호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σοὶ μὲν τάδ αὐδῶ.? σοὶ δέ, Πολύνεικες, λέγω: ἀμαθεῖς Ἄδραστος χάριτας ἔς ς ἀνήψατο, ἀσύνετα δ ἦλθες καὶ σὺ πορθήσων πόλιν. φέρ, ἢν ἕλῃς γῆν τήνδ - ὃ μὴ τύχοι ποτέ - πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί· πῶς δ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν, καὶ σκῦλα γράψεις πῶς ἐπ Ἰνάχου ῥοαῖς· Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς ἀσπίδας ἔθηκε· μήποτ, ὦ τέκνον, κλέος τοιόνδε σοι γένοιθ ὑφ Ἑλλήνων λαβεῖν. ἢν δ αὖ κρατηθῇς καὶ τὰ τοῦδ ὑπερδράμῃ, πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς· ἐρεῖ δὲ δή τις: ὦ κακὰ μνηστεύματα Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον, κείνων στέρεσθαι τῶνδέ τ ἐν μέσῳ πεσεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기