- 텍스트

Euripides, Phoenissae, episode, lyric 6:

(에우리피데스, Phoenissae, episode, lyric 6:)

δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε, Τυδεῖ τε κἀμοί:? σύγγαμος γάρ ἐστ ἐμός: ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δ ἐμέ. πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δ, ἐμοὶ διδόντες: ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι πόλιν. θεοὺς δ ἐπώμος ὡς ἀκουσίως τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ. ἀλλ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν, μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν. πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλ ὅμως ἐρῶ: τὰ χρήματ ἀνθρώποισι τιμιώτατα, δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει. ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων λόγχην: πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ. καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε χωρεῖ: σὸν ἔργον, μῆτερ Ιὀκάστη, λέγειν τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα. μῆτερ, πάρειμι: τὴν χάριν δὲ σοὶ διδοὺς ἦλθον. τί χρὴ δρᾶν· ἀρχέτω δέ τις λόγου: ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν τόνδ εἰσεδέξω τειχέων πείσασά με. ἐπίσχες: οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει, βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν. σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς: οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάρα Γοργόνος, ἀδελφὸν δ εἰσορᾷς ἥκοντα σόν. σύ τ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε, Πολύνεικες: ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων λέξεις τ ἄμεινον τοῦδέ τ ἐνδέξῃ λόγους. παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν: ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ ἐς ἓν συνελθὼν ὄμματ ὄμμασιν διδῷ, ἐφ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν, κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν. λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον: σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων, ἄδικα πεπονθώς, ὡς σὺ φῄς: κριτὴς δέ τις θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.?

상위

Phoenissae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION