호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς ἀπήνας ὁμοπτέρου τᾶς ἀπο- ζυγείσας δόμων πόθον ἀμφιδάκρυτον ἀεὶ κατ- έχων ἀνῇξε μὲν ξίφους ἐπ αὐτόχειρά τε σφαγάν, ὑπὲρ τέραμνά τ ἀγχόνας, στενάζων ἀρὰς τέκνοις:? σὺν ἀλαλαῖσι δ αἰὲν αἰαγμάτων σκότια κρύπτεται. σὲ δ, ὦ τέκνον, καὶ γάμοισι δὴ κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν ξένοισιν ἐν δόμοις ἔχειν ξένον τε κῆδος ἀμφέπειν, ἄλαστα ματρὶ τᾷδε Λα- ίῳ τε τῷ παλαιγενεῖ, γάμων ἐπακτὸν ἄταν. ἐγὼ δ οὔτε σοι πυρὸς ἀνῆψα φῶς νόμιμον ἐν γάμοις ὡς πρέπει ματέρι μακαρίᾳ: ἀνυμέναια δ Ἰσμηνὸς ἐκηδεύθη λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας. ὄλοιτο, τάδ εἴτε σίδαρος εἴτ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος, εἴτε τὸ δαιμόνιον κατεκώμασε δώμασιν Οἰδιπόδα: πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδ ἄχη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기