- 텍스트

Euripides, Phoenissae, episode, lyric

(에우리피데스, Phoenissae, episode, lyric)

Φοίνισσαν βοὰν κλύους, ὦ νεάνιδες, γηραιὸν πόδ ἕλκω, τρομερὰν βάσιν:? ἰὼ τέκνον, χρόνῳ σὸν ὄμμα μυρίαις τ ἐν ἁμέραις προσεῖδον: ἀμφίβαλλε μα- στὸν ὠλέναισι ματέρος, παρηίδων τ ὄρεγμα βο- στρύχων τε κυανόχρωτα χαί- τας πλόκαμον, δέραν σκιάζων ἁμάν. ἰὼ ἰώ, μόλις φανεὶς ἀέλπτα κἀδόκητα ματρὸς ὠλέναις. τί φῶ σε· πῶς ἅπαντα καὶ χερσὶ καὶ λόγοισι πολυέλικτον ἁδονὰν ἐκεῖσε καὶ τὸ δεῦρο περιχορεύουσα τέρψιν παλαιᾶν λάβω χαρμονᾶν· ἰὼ τέκος, ἔρημον πατρῷον ἔλιπες δόμον φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ, ἦ ποθεινὸς φίλοις, ἦ ποθεινὸς Θήβαις. ὅθεν ἐμάν τε λευκόχροα κείρομαι δακρυόεσς ἀνεῖσα πένθει κόμαν, ἄπεπλος φαρέων λευκῶν, <ὦ> τέκνον, δυσόρφναια δ ἀμφὶ τρύχη τάδε σκότι ἀμείβομαι.?

상위

Phoenissae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION