- 텍스트

Euripides, Phoenissae, episode, lyric

(에우리피데스, Phoenissae, episode, lyric)

Φοίνισσαν βοὰν κλύους, ὦ νεάνιδες, γηραιὸν πόδ ἕλκω, τρομερὰν βάσιν:? ἰὼ τέκνον, χρόνῳ σὸν ὄμμα μυρίαις τ ἐν ἁμέραις προσεῖδον: ἀμφίβαλλε μα- στὸν ὠλέναισι ματέρος, παρηίδων τ ὄρεγμα βο- στρύχων τε κυανόχρωτα χαί- τας πλόκαμον, δέραν σκιάζων ἁμάν. ἰὼ ἰώ, μόλις φανεὶς ἀέλπτα κἀδόκητα ματρὸς ὠλέναις. τί φῶ σε· πῶς ἅπαντα καὶ χερσὶ καὶ λόγοισι πολυέλικτον ἁδονὰν ἐκεῖσε καὶ τὸ δεῦρο περιχορεύουσα τέρψιν παλαιᾶν λάβω χαρμονᾶν· ἰὼ τέκος, ἔρημον πατρῷον ἔλιπες δόμον φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ, ἦ ποθεινὸς φίλοις, ἦ ποθεινὸς Θήβαις. ὅθεν ἐμάν τε λευκόχροα κείρομαι δακρυόεσς ἀνεῖσα πένθει κόμαν, ἄπεπλος φαρέων λευκῶν, <ὦ> τέκνον, δυσόρφναια δ ἀμφὶ τρύχη τάδε σκότι ἀμείβομαι. ὁ δ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς ἀπήνας ὁμοπτέρου τᾶς ἀπο- ζυγείσας δόμων πόθον ἀμφιδάκρυτον ἀεὶ κατ- έχων ἀνῇξε μὲν ξίφους ἐπ αὐτόχειρά τε σφαγάν, ὑπὲρ τέραμνά τ ἀγχόνας, στενάζων ἀρὰς τέκνοις:

σὺν ἀλαλαῖσι δ αἰὲν αἰαγμάτων σκότια κρύπτεται. σὲ δ, ὦ τέκνον, καὶ γάμοισι δὴ κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν ξένοισιν ἐν δόμοις ἔχειν ξένον τε κῆδος ἀμφέπειν, ἄλαστα ματρὶ τᾷδε Λα- ίῳ τε τῷ παλαιγενεῖ, γάμων ἐπακτὸν ἄταν. ἐγὼ δ οὔτε σοι πυρὸς ἀνῆψα φῶς νόμιμον ἐν γάμοις ὡς πρέπει ματέρι μακαρίᾳ: ἀνυμέναια δ Ἰσμηνὸς ἐκηδεύθη λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας. ὄλοιτο, τάδ εἴτε σίδαρος εἴτ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος, εἴτε τὸ δαιμόνιον κατεκώμασε δώμασιν Οἰδιπόδα: πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδ ἄχη. δεινὸν γυναιξὶν αἱ δι ὠδίνων γοναί, καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.

ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς. μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην ἐχθροὺς ἐς ἄνδρας: ἀλλ ἀναγκαίως ἔχει πατρίδος ἐρᾶν ἅπαντας: ὃς δ ἄλλως λέγει, λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖς ἔχει. οὕτω δ ἐτάρβουν ἐς φόβον τ ἀφικόμην, μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ, ὥστε ξιφήρη χεῖρ ἔχων δι ἄστεως κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μ ὠφελεῖ, σπονδαί τε καὶ σὴ πίστις, ἥ μ ἐσήγαγε τείχη πατρῷα: πολύδακρυς δ ἀφικόμην, χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν γυμνάσιά θ οἷσιν ἐνετράφην Δίρκης θ ὕδωρ: ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν ναίω, δι ὄσσων νᾶμ ἔχων δακρύρροον. ἀλλ ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαι κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους ἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν. τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ, σκότον δεδορκώς·

τί δὲ κασίγνηται δύο· ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς· κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος: οὕτω γὰρ ἤρξατ, ἄνομα μὲν τεκεῖν ἐμέ, κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ. ἀτὰρ τί ταῦτα· δεῖ φέρειν τὰ τῶν θεῶν. ὅπως δ ἔρωμαι, μή τι σὴν δάκω φρένα, δέδοιχ, ἃ χρῄζω: διὰ πόθου δ ἐλήλυθα. ἀλλ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς: ἃ γὰρ σὺ βούλῃ, ταὔτ ἐμοί, μῆτερ, φίλα. καὶ δή ς ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν, τί τὸ στέρεσθαι πατρίδος·

ἦ κακὸν μέγα· μέγιστον: ἔργῳ δ ἐστὶ μεῖζον ἢ λόγῳ. τίς ὁ τρόπος αὐτοῦ· τί φυγάσιν τὸ δυσχερές· ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν. δούλου τόδ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ. τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών. καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς. ἀλλ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον. αἱ δ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος. καλοῖς βλέπουσαί γ ὄμμασιν, μέλλουσι δέ. οὐδ ὁ χρόνος αὐτὰς διεσάφης οὔσας κενάς· ἔχουσιν Ἀφροδίτην τιν ἡδεῖαν κακῶν. πόθεν δ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον· ποτὲ μὲν ἐπ ἦμαρ εἶχον, εἶτ οὐκ εἶχον ἄν. φίλοι δὲ πατρὸς καὶ ξένοι ς οὐκ ὠφέλουν· εὖ πρᾶσσε: τὰ φίλων δ οὐδέν, ἤν τι δυστυχῇς. οὐδ ηὑγένειά ς ἦρεν εἰς ὕψος μέγαν· κακὸν τὸ μὴ ἔχειν: τὸ γένος οὐκ ἔβοσκέ με. ἡ πατρίς, ὡς ἐοίκε, φίλτατον βροτοῖς. οὐδ ὀνομάσαι δύναι ἂν ὡς ἐστὶν φίλον. πῶς δ ἦλθες Ἄργος· τίν ἐπίνοιαν ἔσχεθες· ἔχρης Ἀδράστῳ Λοξίας χρησμόν τινα. ποῖον· τί τοῦτ ἔλεξας· οὐκ ἔχω μαθεῖν. κάπρῳ λέοντί θ ἁρμόσαι παίδων γάμους. καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον· οὐκ οἶδ: ὁ δαίμων μ ἐκάλεσεν πρὸς τὴν τύχην. σοφὸς γὰρ ὁ θεός: τίνι τρόπῳ δ ἔσχες λέχος· νὺξ ἦν, Ἀδράστου δ ἦλθον ἐς παραστάδας. κοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος· ἦν ταῦτα: κᾆτά γ ἦλθεν ἄλλος αὖ φυγάς. τίς οὗτος· ὡς ἄρ ἄθλιος κἀκεῖνος ἦν. Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός. τί θηρσὶν ὑμᾶς δῆτ Ἄδραστος ᾔκασεν· στρωμνῆς ἐς ἀλκὴν οὕνεκ ἤλθομεν πέρι. ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα· κἄδωκέ γ ἡμῖν δύο δυοῖν νεάνιδας. ἆρ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς· οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδ ἡμέρας. πῶς δ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν· δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε, Τυδεῖ τε κἀμοί:

σύγγαμος γάρ ἐστ ἐμός: ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δ ἐμέ. πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δ, ἐμοὶ διδόντες: ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι πόλιν. θεοὺς δ ἐπώμος ὡς ἀκουσίως τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ. ἀλλ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν, μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν. πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλ ὅμως ἐρῶ: τὰ χρήματ ἀνθρώποισι τιμιώτατα, δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει. ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων λόγχην: πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ. καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε χωρεῖ: σὸν ἔργον, μῆτερ Ιὀκάστη, λέγειν τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα. μῆτερ, πάρειμι: τὴν χάριν δὲ σοὶ διδοὺς ἦλθον. τί χρὴ δρᾶν· ἀρχέτω δέ τις λόγου: ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν τόνδ εἰσεδέξω τειχέων πείσασά με. ἐπίσχες: οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει, βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν. σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς: οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάρα Γοργόνος, ἀδελφὸν δ εἰσορᾷς ἥκοντα σόν. σύ τ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε, Πολύνεικες: ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων λέξεις τ ἄμεινον τοῦδέ τ ἐνδέξῃ λόγους. παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν: ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ ἐς ἓν συνελθὼν ὄμματ ὄμμασιν διδῷ, ἐφ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν, κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν. λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον: σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων, ἄδικα πεπονθώς, ὡς σὺ φῄς: κριτὴς δέ τις θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν. ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ, κοὐ ποικίλων δεῖ τἄνδιχ ἑρμηνευμάτων:

ἔχει γὰρ αὐτὰ καιρόν: ὁ δ ἄδικος λόγος νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν. ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην τοὐμόν τε καὶ τοῦδ, ἐκφυγεῖν χρῄζων ἀρὰς ἃς Οἰδίπους ἐφθέγξατ εἰς ἡμᾶς ποτε, ἐξῆλθον ἔξω τῆσδ ἑκὼν αὐτὸς χθονός, δοὺς τῷδ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον, ὥστ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν καὶ μὴ δι ἔχθρας τῷδε καὶ φθόνου μολὼν κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται. ὃ δ αἰνέσας ταῦθ ὁρκίους τε δοὺς θεούς, ἔδρασεν οὐδὲν ὧν ὑπέσχετ, ἀλλ ἔχει τυραννίδ αὐτὸς καὶ δόμων ἐμῶν μέρος. καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν στρατὸν μὲν ἔξω τῆσδ ἀποστεῖλαι χθονός, οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν καὶ τῷδ ἀφεῖναι τὸν ἴσον αὖθις <αὖ> χρόνον, καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις, ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι δρᾶν.

μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ, ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερ ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα. ταῦτ αὔθ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς λόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖς καὶ τοῖσι φαύλοις ἔνδιχ, ὡς ἐμοὶ δοκεῖ. ἐμοὶ μέν, εἰ καὶ μὴ καθ Ἑλλήνων χθόνα τεθράμμεθ, ἀλλ οὖν ξυνετά μοι δοκεῖς λέγειν. εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θ ἅμα, οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις:

νῦν δ οὔθ ὅμοιον οὐδὲν οὔτ ἴσον βροτοῖς, πλὴν ὀνόμασαι: τὸ δ ἔργον οὐκ ἔστιν τόδε. ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ: ἄστρων ἂν ἔλθοιμ ἡλίου πρὸς ἀντολὰς καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε, τὴν θεῶν μεγίστην ὥστ ἔχειν Τυραννίδα. τοῦτ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι ἄλλῳ παρεῖναι μᾶλλον ἢ σῴζειν ἐμοί: ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδ αἰσχύνομαι, ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν τυχεῖν ἃ χρῄζει: ταῖς γὰρ ἂν Θήβαις τόδε γένοιτ ὄνειδος, εἰ Μυκηναίου δορὸς φόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδ ἔχειν. χρῆν δ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς, μῆτερ, ποιεῖσθαι: πᾶν γὰρ ἐξαιρεῖ λόγος ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν. ἀλλ, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει, ἔξεστ: ἐκεῖνο δ οὐχ ἑκὼν μεθήσομαι. ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ· πρὸς ταῦτ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα, ζεύγνυσθε δ ἵππους, πεδία πίμπλαθ ἁρμάτων, ὡς οὐ παρήσω τῷδ ἐμὴν τυραννίδα. εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι κάλλιστον ἀδικεῖν, τἄλλα δ εὐσεβεῖν χρεών. οὐκ εὖ λέγειν χρὴ μὴ πὶ τοῖς ἔργοις καλοῖς: οὐ γὰρ καλὸν τοῦτ, ἀλλὰ τῇ δίκῃ πικρόν. ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά, Ἐτεόκλεες, πρόσεστιν: ἀλλ ἡμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον. τί τῆς κακίστης δαιμόνων ἐφίεσαι Φιλοτιμίας, παῖ· μὴ σύ γ: ἄδικος ἡ θεός: πολλοὺς δ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας ἐσῆλθε κἀξῆλθ ἐπ ὀλέθρῳ τῶν χρωμένων: ἐφ ᾗ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον, Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ: τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ, τῷ πλέονι δ αἰεὶ πολέμιον καθίσταται τοὔλασσον ἐχθρᾶς θ ἡμέρας κατάρχεται. καὶ γὰρ μέτρ ἀνθρώποισι καὶ μέρη σταθμῶν Ἰσότης ἔταξε κἀριθμὸν διώρισε, νυκτός τ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον, κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον. εἶθ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς σὺ δ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον καὶ τῷδε νεῖμαι· κᾆτα ποῦ στιν ἡ δίκη· τί τὴν τυραννίδ, ἀδικίαν εὐδαίμονα, τιμᾷς ὑπέρφευ καὶ μέγ ἥγησαι τόδε·

ὁ δ ὄλβος οὐ βέβαιος, ἀλλ ἐφήμερος. περιβλέπεσθαι τίμιον· κενὸν μὲν οὖν. ἢ πολλὰ μοχθεῖν πόλλ ἔχων ἐν δώμασι βούλῃ· τί δ ἔστι τὸ πλέον· ὄνομ ἔχει μόνον: ἐπεὶ τά γ ἀρκοῦνθ ἱκανὰ τοῖς γε σώφροσιν. οὔτοι τὰ χρήματ ἴδια κέκτηνται βροτοί, τὰ τῶν θεῶν δ ἔχοντες ἐπιμελούμεθα: ὅταν δὲ χρῄζως, αὔτ ἀφαιροῦνται πάλιν. ἄγ, ἤν ς ἔρωμαι δύο λόγω προθεῖς ἅμα, πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις, ἐρεῖς τυραννεῖν·

ἢν δὲ νικήσῃ ς ὅδε· Ἀργεῖά τ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ, ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε, ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας. ὀδυνηρὸς ἆρ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν, γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ. σοὶ μὲν τάδ αὐδῶ.

σοὶ δέ, Πολύνεικες, λέγω: ἀμαθεῖς Ἄδραστος χάριτας ἔς ς ἀνήψατο, ἀσύνετα δ ἦλθες καὶ σὺ πορθήσων πόλιν. φέρ, ἢν ἕλῃς γῆν τήνδ - ὃ μὴ τύχοι ποτέ - πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί· πῶς δ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν, καὶ σκῦλα γράψεις πῶς ἐπ Ἰνάχου ῥοαῖς· Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς ἀσπίδας ἔθηκε· μήποτ, ὦ τέκνον, κλέος τοιόνδε σοι γένοιθ ὑφ Ἑλλήνων λαβεῖν. ἢν δ αὖ κρατηθῇς καὶ τὰ τοῦδ ὑπερδράμῃ, πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς· ἐρεῖ δὲ δή τις: ὦ κακὰ μνηστεύματα Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον, κείνων στέρεσθαι τῶνδέ τ ἐν μέσῳ πεσεῖν. μέθετον τὸ λίαν, μέθετον:

ἀμαθία δυοῖν, ἐς ταὔθ ὅταν μόλητον, ἔχθιστον κακόν. ὦ θεοί, γένοισθε τῶνδ ἀπότροποι κακῶν καὶ ξύμβασίν τιν Οἰδίπου τέκνοις δότε.?

상위

Phoenissae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION