호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀμφὶ δὲ πτόλιν νέφος ἀσπίδων πυκνὸν φλέγει σχῆμα φοινίου μάχης, ἃν Ἄρης τάχ εἴσεται παισὶν Οἰδίπου φέρων πημονὰν Ἐρινύων.? Ἄργος ὦ Πελασγικόν, δειμαίνω τὰν σὰν ἀλκάν, καὶ τὸ θεόθεν: οὐ γὰρ ἄδικον εἰς ἀγῶνα τόνδ ἔνοπλος ὁρμᾷ παῖς ὃς μετέρχεται δόμους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기