- 텍스트

Euripides, Phoenissae, episode, lyric 1:

(에우리피데스, Phoenissae, episode, lyric 1:)

τίς δ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ καταβόστρυχος, ὄμμασι γοργὸς εἰσιδεῖν νεανίας, λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ πάνοπλος ἀμφέπει·? ὅδ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος. ἀλλά νιν ἁ κατ ὄρη μετὰ ματέρος Ἄρτεμις ἱεμένα τόξοις δαμάσας ὀλέσειεν, ὃς ἐπ ἐμὰν πόλιν ἔβα πέρσων. εἰή τάδ, ὦ παῖ. σὺν δίκῃ δ ἥκουσι γῆν: ὃ καὶ δέδοικα μὴ σκοπῶς ὀρθῶς θεοί. ποῦ δ ὃς ἐμοὶ μιᾶς ἐγένετ ἐκ ματρὸς πολυπόνῳ μοίρᾳ· ὦ φίλτατ, εἰπέ, ποῦ στι Πολυνείκης, γέρον. ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ. ὁρᾷς· ὁρῶ δῆτ οὐ σαφῶς, ὁρῶ δέ πως μορφῆς τύπωμα στέρνα τ ἐξῃκασμένα. ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι δι αἰθέρος πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δ ὠλένας δέρᾳ φιλτάτᾳ βάλοιμ <ἐν> χρόνῳ φυγάδα μέλεον. ὡς ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον, ἑῴοις ὅμοια φλεγέθων βολαῖς ἀελίου. ἥξει δόμους τούσδ, ὥστε ς ἐμπλῆσαι χαρᾶς, ἔνσπονδος. οὗτος δ, ὦ γεραιέ, τίς κυρεῖ, ὃς ἁρ´μα λευκὸν ἡνιοστροφεῖ βεβώς· ὁ μάντις Ἀμφιάραος, ὦ δέσποιν, ὅδε: σφάγια δ ἅμ αὐτῷ, γῆς φιλαίματοι ῥοαί. ὦ λιπαροζώνου θύγατερ Αἐλίου Σελαναία, χρυσεόκυκλον φέγγος, ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα πώλοις μεταφέρων ἰθύνει. ποῦ δ ὃς τὰ δεινὰ τῇδ ἐφυβρίζει πόλει· Καπανεύς· ἐκεῖνος προσβάσεις τεκμαίρεται πύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν. ἰώ, Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί, κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοι μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις: ὅδ ἐστίν, αἰχμαλώτιδας ὃς δορὶ Θηβαίας Μυκηνηΐσιν Λερναίᾳ τε δώσειν τριαίνᾳ, Ποσειδανίοις Ἀμυμωνίοις ὕδασι δουλείαν περιβαλών - μήποτε μήποτε τάνδ, ὦ πότνια, χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος Ἄρτεμι, δουλοσύναν τλαίην.?

상위

Phoenissae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION