- 텍스트

Euripides, Phoenissae, episode, lyric

(에우리피데스, Phoenissae, episode, lyric)

ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ χεῖρ ἀπὸ κλιμάκων ποδὸς ἴχνος ἐπαντέλλων.? ἰδοὺ ξύναψον, παρθέν: ἐς καιρὸν δ ἔβης: κινούμενον γὰρ τυγχάνει Πελασγικὸν στράτευμα, χωρίζουσι δ ἀλλήλων λόχους. ἰὼ πότνια παῖ Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν πεδίον ἀστράπτει. οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα, πολλοῖς μὲν ἵπποις, μυρίοις δ ὅπλοις βρέμων. ἆρα πύλαι κλῄθροις - χαλκόδετ ἆρ ἔμβολα λαϊνέοισιν Ἀμφίονος ὀργάνοις τείχεος ἡρ´μοσται· θάρσει: τά γ ἔνδον ἀσφαλῶς ἔχει πόλις. ἀλλ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν. τίς οὗτος ὁ λευκολόφας, πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδ ἀμφὶ βραχίονι κουφίζων· λοχαγός, ὦ δέσποινα. τίς, πόθεν γεγώς· αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται· οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος, Λερναῖα δ οἰκεῖ νάμαθ, Ἱππομέδων ἄναξ. ἐ` ἐ` ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν, γίγαντι γηγενέτᾳ προσόμοιος ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος ἁμερίῳ γέννᾳ. τὸν δ ἐξαμείβοντ οὐχ ὁρᾷς Δίρκης ὕδωρ· ἄλλος ἄλλος ὅδε τευχέων τρόπος. τίς δ ἐστὶν οὗτος· παῖς μὲν Οἰνέως ἔφυ Τυδεύς, Ἄρη δ Αἰτωλὸν ἐν στέρνοις ἔχει. οὗτος ὁ τᾶς Πολυνείκεος, ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφας ὁμόγαμος κυρεῖ· ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος. σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον, λόγχαις τ ἀκοντιστῆρες εὐστοχώτατοι. σὺ δ, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε· σημεῖ ἰδὼν τότ ἀσπίδων ἐγνώρισα, σπονδὰς ὅτ ἦλθον σῷ κασιγνήτῳ φέρων ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.?

상위

Phoenissae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION

To Top