- 텍스트

Euripides, Phoenissae, episode, lyric

(에우리피데스, Phoenissae, episode, lyric)

ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ χεῖρ ἀπὸ κλιμάκων ποδὸς ἴχνος ἐπαντέλλων.? ἰδοὺ ξύναψον, παρθέν: ἐς καιρὸν δ ἔβης: κινούμενον γὰρ τυγχάνει Πελασγικὸν στράτευμα, χωρίζουσι δ ἀλλήλων λόχους. ἰὼ πότνια παῖ Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν πεδίον ἀστράπτει. οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα, πολλοῖς μὲν ἵπποις, μυρίοις δ ὅπλοις βρέμων. ἆρα πύλαι κλῄθροις - χαλκόδετ ἆρ ἔμβολα λαϊνέοισιν Ἀμφίονος ὀργάνοις τείχεος ἡρ´μοσται· θάρσει: τά γ ἔνδον ἀσφαλῶς ἔχει πόλις. ἀλλ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν. τίς οὗτος ὁ λευκολόφας, πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδ ἀμφὶ βραχίονι κουφίζων· λοχαγός, ὦ δέσποινα. τίς, πόθεν γεγώς· αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται· οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος, Λερναῖα δ οἰκεῖ νάμαθ, Ἱππομέδων ἄναξ. ἐ` ἐ` ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν, γίγαντι γηγενέτᾳ προσόμοιος ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος ἁμερίῳ γέννᾳ. τὸν δ ἐξαμείβοντ οὐχ ὁρᾷς Δίρκης ὕδωρ· ἄλλος ἄλλος ὅδε τευχέων τρόπος. τίς δ ἐστὶν οὗτος· παῖς μὲν Οἰνέως ἔφυ Τυδεύς, Ἄρη δ Αἰτωλὸν ἐν στέρνοις ἔχει. οὗτος ὁ τᾶς Πολυνείκεος, ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφας ὁμόγαμος κυρεῖ· ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος. σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον, λόγχαις τ ἀκοντιστῆρες εὐστοχώτατοι. σὺ δ, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε· σημεῖ ἰδὼν τότ ἀσπίδων ἐγνώρισα, σπονδὰς ὅτ ἦλθον σῷ κασιγνήτῳ φέρων ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους. τίς δ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ καταβόστρυχος, ὄμμασι γοργὸς εἰσιδεῖν νεανίας, λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ πάνοπλος ἀμφέπει·

ὅδ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος. ἀλλά νιν ἁ κατ ὄρη μετὰ ματέρος Ἄρτεμις ἱεμένα τόξοις δαμάσας ὀλέσειεν, ὃς ἐπ ἐμὰν πόλιν ἔβα πέρσων. εἰή τάδ, ὦ παῖ. σὺν δίκῃ δ ἥκουσι γῆν: ὃ καὶ δέδοικα μὴ σκοπῶς ὀρθῶς θεοί. ποῦ δ ὃς ἐμοὶ μιᾶς ἐγένετ ἐκ ματρὸς πολυπόνῳ μοίρᾳ· ὦ φίλτατ, εἰπέ, ποῦ στι Πολυνείκης, γέρον. ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ. ὁρᾷς· ὁρῶ δῆτ οὐ σαφῶς, ὁρῶ δέ πως μορφῆς τύπωμα στέρνα τ ἐξῃκασμένα. ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι δι αἰθέρος πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δ ὠλένας δέρᾳ φιλτάτᾳ βάλοιμ <ἐν> χρόνῳ φυγάδα μέλεον. ὡς ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον, ἑῴοις ὅμοια φλεγέθων βολαῖς ἀελίου. ἥξει δόμους τούσδ, ὥστε ς ἐμπλῆσαι χαρᾶς, ἔνσπονδος. οὗτος δ, ὦ γεραιέ, τίς κυρεῖ, ὃς ἁρ´μα λευκὸν ἡνιοστροφεῖ βεβώς· ὁ μάντις Ἀμφιάραος, ὦ δέσποιν, ὅδε: σφάγια δ ἅμ αὐτῷ, γῆς φιλαίματοι ῥοαί. ὦ λιπαροζώνου θύγατερ Αἐλίου Σελαναία, χρυσεόκυκλον φέγγος, ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα πώλοις μεταφέρων ἰθύνει. ποῦ δ ὃς τὰ δεινὰ τῇδ ἐφυβρίζει πόλει· Καπανεύς· ἐκεῖνος προσβάσεις τεκμαίρεται πύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν. ἰώ, Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί, κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοι μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις: ὅδ ἐστίν, αἰχμαλώτιδας ὃς δορὶ Θηβαίας Μυκηνηΐσιν Λερναίᾳ τε δώσειν τριαίνᾳ, Ποσειδανίοις Ἀμυμωνίοις ὕδασι δουλείαν περιβαλών - μήποτε μήποτε τάνδ, ὦ πότνια, χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος Ἄρτεμι, δουλοσύναν τλαίην.?

상위

Phoenissae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION