- 텍스트

Euripides, Phoenissae, episode 6:

(에우리피데스, Phoenissae, episode 6:)

τὼ δ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ, ξυμβάντ ἔταξαν τὸν νεώτερον πάρος φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα, Ἐτεοκλέα δὲ σκῆπτρ ἔχειν μένοντα γῆς, ἐνιαυτὸν ἀλλάσσοντε.? πάντα δ ἐξειδὼς φράσω ἅ τ εἶδον εἰσήκουσά τ Ἀργείων πάρα, σπονδὰς ὅτ ἦλθον σῷ κασιγνήτῳ φέρων ἐνθένδ ἐκεῖσε, δεῦρό τ αὖ κείνων πάρα. ἐπεὶ δ ἐπὶ ζυγοῖς καθέζετ ἀρχῆς, οὐ μεθίσταται θρόνων, φυγάδα δ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός. ὃ δ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών, πολλὴν ἀθροίσας ἀσπίδ Ἀργείων ἄγει: ἐπ αὐτὰ δ ἐλθὼν ἑπτάπυλα τείχη τάδε, πατρῷ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός. ἐγὼ δ ἔριν λύους ὑπόσπονδον μολεῖν ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός. ἥξειν δ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος. ἀλλ, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις. χρὴ δ, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸν τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι. ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί, ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον στράτευμ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς, ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον, μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται, κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος, σοὶ δ ὡς ἀνάσσῃ:?

상위

Phoenissae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION