호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας, Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν, κόρας τε δισσάς:? τὴν μὲν Ἰσμήνην πατὴρ ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ. μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμων ὁ πάντ ἀνατλὰς Οἰδίπους παθήματα ἐς ὄμμαθ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον, χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας. ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται, κλῄθροις ἔκρυψαν πατέρ, ἵν ἀμνήμων τύχη γένοιτο πολλῶν δεομένη σοφισμάτων: ζῶν δ ἔστ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶν ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας, θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기