호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων πρὸς δῶμα Φοίβου, Λάιός θ, οὑμὸς πόσις, τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν εἰ μηκέτ εἰή.? καὶ ξυνάπτετον πόδα ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ. καί νιν κελεύει Λαΐου τροχηλάτης: ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο. ὃ δ εἱρ῀π ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νιν χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν. ὅθεν - τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν· - παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα Πολύβῳ τροφεῖ δίδωσιν. ὡς δ ἐπεζάρει Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τ οὐκ ἦν πόσις, Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη, ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι, τούτῳ ξυνάψειν λέκτρα. τυγχάνει δέ πως μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών: ὅθεν τύραννος τῆσδε γῆς καθίσταται καὶ σκῆπτρ ἔπαθλα τῆσδε λαμβάνει χθονός. γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας οὐδ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기