- 텍스트

Euripides, episode, iambic

(에우리피데스, episode, iambic)

ἥκω κλύων τὰ δεινὰ καὶ δραστήρια δισσοῖν λεόντοιν:? οὐ γὰρ ἄνδρ αὐτὼ καλῶ. ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον ὡς οὐ τέθνηκεν, ἀλλ ἄφαντος οἴχεται - κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶς ἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνου τεχνάσματ ἐστὶ ταῦτα καὶ πολὺς γέλως. ἀνοιγέτω τις δῶμα: προσπόλοις λέγω ὠθεῖν πύλας τάσδ, ὡς ἂν ἀλλὰ παῖδ ἐμὴν ῥυσώμεθ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων, καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτ ἐμὴν λάβωμεν, ᾗ δεῖ ξυνθανεῖν ἐμῇ χερὶ τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον. οὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί: Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει: ἢ τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν, ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον. μοχλοῖς δ ἄραρε κλῇθρα, σῆς βοηδρόμου σπουδῆς ἅ ς εἴρξει, μὴ δόμων ἔσω περᾶν. ἐά, τί χρῆμα· λαμπάδων ὁρῶ σέλας, δόμων δ ἐπ ἄκρων τούσδε πυργηρουμένους, ξίφος δ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ. πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις· οὐδέτερ: ἀνάγκη δ, ὡς ἐοίκε, σου κλύειν. μέλλω κτενεῖν σου θυγατέρ, εἰ βούλῃ μαθεῖν. Ἑλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον· εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο. ἀρνῇ κατακτὰς κἀφ ὕβρει λέγεις τάδε· λυπράν γε τὴν ἄρνησιν: εἰ γὰρ ὤφελον - τί χρῆμα δρᾶσαι· παρακαλεῖς γὰρ ἐς φόβον. τὴν Ἑλλάδος μιάστορ εἰς Αἵδου βαλεῖν. ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ. θεοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν. ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον· ὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν. οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος· οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί. ἦ καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου· φησὶν σιωπῶν: ἀρκέσω δ ἐγὼ λέγων. ἀλλ οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς. οὐ φευξόμεσθα: πυρὶ δ ἀνάψομεν δόμους. ἦ γὰρ πατρῷον δῶμα πορθήσεις τόδε· ὡς μή γ ἔχῃς σύ, τήνδ ἐπισφάξας πυρί. κτεῖν: ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην. ἔσται τάδε.

ἆ ἆ, μηδαμῶς δράσῃς τάδε. σίγα νυν, ἀνέχου δ ἐνδίκως πράσσων κακῶς. ἦ γὰρ δίκαιον ζῆν σε· καὶ κρατεῖν γε γῆς. ποίας· ἐν Ἄργει τῷδε τῷ Πελασγικῷ. εὖ γοῦν θίγοις ἂν χερνίβων - τί δὴ γὰρ οὔ· καὶ σφάγια πρὸ δορὸς καταβάλοις. σὺ δ ἂν καλῶς· ἁγνὸς γάρ εἰμι χεῖρας. ἀλλ οὐ τὰς φρένας. τίς δ ἂν προσείποι σέ· ὅστις ἐστὶ φιλοπάτωρ. ὅστις δὲ τιμᾷ μητέρα· εὐδαίμων ἔφυ. οὔκουν σύ γε. οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί. ἄπαιρε θυγατρὸς φάσγανον. ψευδὴς ἔφυς. ἀλλὰ κτενεῖς μου θυγατέρα· οὐ ψευδὴς ἔτ εἶ. οἴμοι, τί δράσω· πεῖθ ἐς Ἀργείους μολὼν - πειθὼ τίνα· ἡμᾶς μὴ θανεῖν: αἰτοῦ πόλιν. ἢ παῖδά μου φονεύσετε· ὧδ ἔχει τάδε. ὦ τλῆμον Ἑλένη - τἀμὰ δ οὐχὶ τλήμονα· σὲ σφάγιον ἐκόμις ἐκ Φρυγῶν - εἰ γὰρ τόδ ἦν. πόνους πονήσας μυρίους. πλήν γ εἰς ἐμέ. πέπονθα δεινά. τότε γὰρ ἦσθ ἀνωφελής. ἔχεις με. σαυτὸν σύ γ ἔλαβες κακὸς γεγώς. ἀλλ εἶ, ὕφαπτε δώματ, Ἠλέκτρα, τάδε: σύ τ, ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε, Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε. ὦ γαῖα Δαναῶν ἱππίου τ Ἄργους κτίται, οὐκ εἶ ἐνόπλῳ ποδὶ βοηδρομήσετε· πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος. Μενέλαε, παῦσαι λῆμ ἔχων τεθηγμένον:

Φοῖβός ς ὁ Λητοῦς παῖς ὅδ ἐγγὺς ὢν καλῶ: σύ θ ὃς ξιφήρης τῇδ ἐφεδρεύεις κόρῃ, Ὀρέσθ, ἵν εἰδῇς οὓς φέρων ἥκω λόγους. Ἑλένην μὲν ἣν σὺ διολέσαι πρόθυμος ὢν ἥμαρτες, ὀργὴν Μενέλεῳ ποιούμενος, ἥδ ἐστίν, ἣν ὁρᾶτ ἐν αἰθέρος πτυχαῖς, σεσῳσμένη τε κοὐ θανοῦσα πρὸς σέθεν. ἐγώ νιν ἐξέσῳσα κἀπὸ φασγάνου τοῦ σοῦ κελευσθεὶς ἡρ´πας ἐκ Διὸς πατρός. Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών, Κάστορί τε Πολυδεύκει τ ἐν αἰθέρος πτυχαῖς σύνθακος ἔσται, ναυτίλοις σωτήριος. ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών, ἐπεὶ θεοὶ τῷ τῆσδε καλλιστεύματι Ἕλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον, θανάτους τ ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸς ὕβρισμα θνητῶν ἀφθόνου πληρώματος. τὰ μὲν καθ Ἑλένην ὧδ ἔχει:

ὁ δ ἐπιών νιν βίοτος εὐδαίμων μένει. σὲ δ αὖ χρεών, Ὀρέστα, γαίας τῆσδ ὑπερβαλόνθ ὁρ´ους Παρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον. κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμον Ἀζᾶσιν Ἀρκάσιν τ Ὀρέστειον καλεῖν. ἐνθένδε δ ἐλθὼν τὴν Ἀθηναίων πόλιν δίκην ὑπόσχες αἵματος μητροκτόνου Εὐμενίσι τρισσαῖς: θεοὶ δέ σοι δίκης βραβῆς πάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτην ψῆφον διοίσους, ἔνθα νικῆσαί σε χρή. ἐφ ἧς δ ἔχεις, Ὀρέστα, φάσγανον δέρῃ, γῆμαι πέπρωταί ς Ἑρμιόνην: ὃς δ οἰέται Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε. θανεῖν γὰρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει, δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με. Πυλάδῃ δ ἀδελφῆς λέκτρον, ὥς ποτ ᾔνεσας, δός: Ἄργους δ Ὀρέστην, Μενέλεως, ἐά κρατεῖν, ἐλθὼν δ ἄνασσε Σπαρτιάτιδος χθονός, φερνὰς ἔχων δάμαρτος, ἥ σε μυρίοις πόνοις διδοῦσα δεῦρ ἀεὶ διήνυσεν.

τὰ πρὸς πόλιν δὲ τῷδ ἐγὼ θήσω καλῶς, ὅς νιν φονεῦσαι μητέρ ἐξηνάγκασα. ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων.

οὐ ψευδόμαντις ἦσθ ἄρ, ἀλλ ἐτήτυμος. καίτοι μ ἐσῄει δεῖμα, μή τινος κλύων ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα. ἀλλ εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις. ἰδού, μεθίημ Ἑρμιόνην ἀπὸ σφαγῆς, καὶ λέκτρ ἐπῄνες, ἡνίκ ἂν διδῷ πατήρ. ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ: ζηλῶ δέ σε θεῶν κατοικήσασαν ὄλβιον δόμον. Ὀρέστα, σοὶ δὲ παῖδ ἐγὼ κατεγγυῶ, Φοίβου λέγοντος: εὐγενὴς δ ἀπ εὐγενοῦς γήμας ὄναιο καὶ σὺ χὡ διδοὺς ἐγώ. χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν, νείκας τε διαλύεσθε. πείθεσθαι χρεών. κἀγὼ τοιοῦτος: σπένδομαι δὲ συμφοραῖς, Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION