- 텍스트

Euripides, episode, trochees

(에우리피데스, episode, trochees)

ποῦ στιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος·? προσκυνῶ ς, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων. οὐκ ἐν Ἰλίῳ τάδ ἐστίν, ἀλλ ἐν Ἀργείᾳ χθονί. πανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν. οὔτι που κραυγὴν ἔθηκας Μενέλεῳ βοηδρομεῖν· σοὶ μὲν οὖν ἔγωγ ἀμύνειν: ἀξιώτερος γὰρ εἶ. ἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλετο· ἐνδικώτατ, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θανεῖν. δειλίᾳ γλώσσῃ χαρίζῃ, τἄνδον οὐχ οὕτω φρονῶν. οὐ γάρ, ἥτις Ἑλλάδ αὐτοῖς Φρυξὶ διελυμήνατο· ὄμοσον - εἰ δὲ μή, κτενῶ σε - μὴ λέγειν ἐμὴν χάριν. τὴν ἐμὴν ψυχὴν κατώμος, ἣν ἂν εὐορκοῖμ ἐγώ. ὧδε κἀν Τροίᾳ σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος· ἄπεχε φάσγανον: πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον. μὴ πέτρος γένῃ δέδοικας ὥστε Γοργόν εἰσιδών· μὴ μὲν οὖν νεκρός: τὸ Γοργοῦς δ οὐ κάτοιδ ἐγὼ κάρα. δοῦλος ὢν φοβῇ τὸν Αἵδην, ὅς ς ἀπαλλάξει κακῶν· πᾶς ἀνήρ, κἂν δοῦλος ᾖ τις, ἥδεται τὸ φῶς ὁρῶν. εὖ λέγεις: σῴζει σε σύνεσις. ἀλλὰ βαῖν ἔσω δόμων. οὐκ ἄρα κτενεῖς με· ἀφεῖσαι. καλὸν ἔπος λέγεις τόδε. ἀλλὰ μεταβουλευσόμεσθα. τοῦτο δ οὐ καλῶς λέγεις. μῶρος, εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην: οὔτε γὰρ γυνὴ πέφυκας - οὔτ ἐν ἀνδράσιν σύ γ εἶ. τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκ ἐξῆλθον δόμων: ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται. Μενέλεων δ οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους: ἀλλ ἴτω ξανθοῖς ἐπ ὤμων βοστρύχοις γαυρούμενος: εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών, τὸν Ἑλένης φόνον διώκων, κἀμὲ μὴ σῴζειν θέλει σύγγονόν τ ἐμὴν Πυλάδην τε τὸν τάδε ξυνδρῶντά μοι, παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION