호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ποῦ δ ἦτ ἀμύνειν οἱ κατὰ στέγας Φρύγες·? ἰαχᾷ δόμων θύρετρα καὶ σταθμοὺς μοχλοῖσιν ἐκβαλόντες, ἔνθ ἐμίμνομεν, βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγης, ὃ μὲν πέτρους, ὃ δ ἀγκύλας, ὃ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων. ἔναντα δ ἦλθε Πυλάδης ἀλίαστος, οἱο῀ς οἱο῀ς Ἕκ- τωρ ὁ Φρύγιος ἢ τρικόρυθος Αἰάς, ὃν εἶδον εἶδον ἐν πύλαις Πριαμίσι: φασγάνων δ ἀκμὰς συνήψαμεν. δὴ τότε διαπρεπεῖς τότ ἐγένοντο Φρύγες, ὅσον Ἄρεως ἀλκὰν ἥσσονες Ἑλλάδος ἐγενόμεθ αἰχμᾶς, ὃ μὲν οἰχόμενος φυγάς, ὃ δὲ νέκυς ὤν, ὃ δὲ τραῦμα φέρων, ὃ δὲ λισσόμενος, θανάτου προβολάν: ὑπὸ σκότον δ ἐφεύγομεν: νεκροὶ δ ἔπιπτον, οἳ δ ἔμελλον, οἳ δ ἔκειντ. ἔμολε δ ἁ τάλαιν Ἑρμιόνα δόμους ἐπὶ φόνῳ χαμαιπετεῖ ματρός, ἅ νιν ἔτεκεν τλάμων. ἄθυρσοι δ οἱά῀ νιν δραμόντε Βάκχαι σκύμνον ἐν χεροῖν ὀρείαν ξυνήρπασαν: πάλιν δὲ τὰν Διὸς κόραν ἐπὶ σφαγὰν ἔτεινον: ἃ δ ἐκ θαλάμων ἐγένετο διαπρὸ δωμάτων ἄφαντος, ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς καὶ νύξ, ἤτοι φαρμάκοισιν ἢ μάγων τέχναις ἢ θεῶν κλοπαῖς. τὰ δ ὕστερ οὐκέτ οἶδα: δρα- πέτην γὰρ ἐξέκλεπτον ἐκ δόμων πόδα. πολύπονα δὲ πολύπονα πάθεα Μενέλεως ἀνασχόμενος ἀνόνητον ἀ- πὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον. καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε: ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων βαίνοντ Ὀρέστην ἐπτοημένῳ ποδί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기