- 텍스트

Euripides, episode, lyric 2:

(에우리피데스, episode, lyric 2:)

σὺ δ ἦσθα ποῦ τότ·? ἢ πάλαι φεύγεις φόβῳ, Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοις παρὰ βόστρυχον αὔραν αὔραν Ἑλένας Ἑλένας εὐπαγεῖ κύκλῳ πτερίνῳ πρὸ παρηίδος ἀίσσων βαρβάροις νόμοισιν. ἃ δὲ λίνον ἠλακάτᾳ δακτύλοις ἕλισσεν, νῆμα δ ἱέτο πέδῳ, σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ- ματα συστολίσαι χρῄζουσα λίνῳ, φάρεα πορφύρεα, δῶρα Κλυταιμήστρᾳ. προσεῖπεν δ Ὀρέστας Λάκαιναν κόραν: ὦ Διὸς παῖ, θὲς ἴχνος πέδῳ δεῦρ ἀποστᾶσα κλισμοῦ, Πέλοπος ἐπὶ προπάτορος ἕδραν παλαιᾶς ἑστίας, ἵν εἰδῇς λόγους ἐμούς. - ἄγει δ ἄγει νιν: ἃ δ ἐφείπετ, οὐ πρόμαντις ὧν ἔμελλεν: ὁ δὲ συνεργὸς ἄλλ ἔπρασς ἰὼν κακὸς Φωκεύς: οὐκ ἐκποδὼν ἴτ· ἀλλ ἀεὶ κακοὶ Φρύγες. ἔκλῃσε δ ἄλλον ἄλλος ἐν στέγαισι: τοὺς μὲν ἐν σταθμοῖ- σιν ἱππικοῖσι, τοὺς δ ἐν ἐξ- έδραισι, τοὺς δ ἐκεῖς ἐκεῖθεν ἄλλον ἄλ- λοσε διαρμόσας ἀποπρὸ δεσποίνας. τί τοὐπὶ τῷδε συμφορᾶς ἐγίγνετο· Ἰδαία μᾶτερ μᾶτερ ὀβρίμα ὀβρίμα, αἰαὶ φονίων παθέων ἀνόμων τε κακῶν ἅπερ ἔδρακον ἔδρακον ἐν δόμοις τυράννων. ἀμφιπορφυρέων πέπλων ὑπὸ σκότου ξίφη σπάσα- ντες ἄλλος ἄλλος ἐν χεροῖν δίνασεν ὄμμα, μή τις παρὼν τύχοι. ὡς κάπροι δ ὀρέστεροι γυ- ναικὸς ἀντίοι σταθέντες ἐννέπουσι: Κατθανῇ κατθανῇ, κακός ς ἀποκτείνει πόσις, κασιγνήτου προδοὺς ἐν Ἄργει θανεῖν γόνον. ἃ δ ἀνίαχεν ἴ- αχεν: Ὤμοι μοι. λευκὸν δ ἐμβαλοῦσα πῆχυν στέρνοις κτύπησε κρᾶτα μέλεον πλαγᾷ: φυγᾷ δὲ ποδὶ τὸ χρυσεοσάνδαλον ἴχνος ἔφερεν ἔφερεν: ἐς κόμας δὲ δακτύλους δικὼν Ὀρέστας, Μυκηνίδ ἀρβύλαν προβάς, ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην, παίειν λαιμῶν ἔμελ- λεν εἴσω μέλαν ξίφος.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION