- 텍스트

Euripides, episode, lyric

(에우리피데스, episode, lyric)

Ἀργέϊον ξίφος ἐκ θανάτου πέφευγα βαρβάροις ἐν εὐμάρι- σιν, κεδρωτὰ παστάδων ὑπὲρ τέραμνα Δωρικάς τε τριγλύφους, φροῦδα φροῦδα, γᾶ γᾶ, βαρβάροισι δρασμοῖς.? αἰαῖ: πᾷ φύγω, ξέναι, πολιὸν αἰθέρ ἀμ- πτάμενος ἢ πόντον, Ὠκεανὸς ὃν ταυρόκρανος ἀγκάλαις ἑλίσσων κυκλοῖ χθόνα· τί δ ἔστιν, Ἑλένης πρόσπολ. Ἰδαῖον κάρα· Ἴλιον Ἴλιον, ὤμοι μοι, Φρύγιον ἄστυ καὶ καλλίβωλον Ἴ- δας ὄρος ἱερόν, ὥς ς ὀλόμενον στένω ἁρμάτειον ἁρμάτειον μέλος βαρβάρῳ βοᾷ δι ὀρνιθόγονον ὄμμα κυκνοπτέρου καλλοσύνας, Λήδας σκύμνου, δυσελένας δυσελένας, ξεστῶν περγάμων Ἀπολλωνίων ἐρινύν: ὀττοτοῖ: ἰαλέμων ἰαλέμων Δαρδανία τλᾶμον Γανυμήδεος ἱπποσύνᾳ, Διὸς εὐνέτα.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION