호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀργέϊον ξίφος ἐκ θανάτου πέφευγα βαρβάροις ἐν εὐμάρι- σιν, κεδρωτὰ παστάδων ὑπὲρ τέραμνα Δωρικάς τε τριγλύφους, φροῦδα φροῦδα, γᾶ γᾶ, βαρβάροισι δρασμοῖς.? αἰαῖ: πᾷ φύγω, ξέναι, πολιὸν αἰθέρ ἀμ- πτάμενος ἢ πόντον, Ὠκεανὸς ὃν ταυρόκρανος ἀγκάλαις ἑλίσσων κυκλοῖ χθόνα· τί δ ἔστιν, Ἑλένης πρόσπολ. Ἰδαῖον κάρα· Ἴλιον Ἴλιον, ὤμοι μοι, Φρύγιον ἄστυ καὶ καλλίβωλον Ἴ- δας ὄρος ἱερόν, ὥς ς ὀλόμενον στένω ἁρμάτειον ἁρμάτειον μέλος βαρβάρῳ βοᾷ δι ὀρνιθόγονον ὄμμα κυκνοπτέρου καλλοσύνας, Λήδας σκύμνου, δυσελένας δυσελένας, ξεστῶν περγάμων Ἀπολλωνίων ἐρινύν: ὀττοτοῖ: ἰαλέμων ἰαλέμων Δαρδανία τλᾶμον Γανυμήδεος ἱπποσύνᾳ, Διὸς εὐνέτα. σαφῶς λέγ ἡμῖν αὔθ ἕκαστα τἀν δόμοις.
τὰ γὰρ πρὶν οὐκ εὔγνωστα συμβαλοῦς ἔχω. αἴλινον αἴλινον ἀρχὰν θανάτου βάρβαροι λέγουσιν, αἰαῖ, Ἀσιάδι φωνᾷ, βασιλέων ὅταν αἷμα χυθῇ κατὰ γᾶν ξίφεσιν σιδαρέοισιν Αἵδα. ἦλθον ἐς δόμους, ἵν αὔθ ἕ- καστά σοι λέγω, λέοντες Ἕλλανες δύο διδύμω: τῷ μὲν ὁ στρατηλάτας πατὴρ ἐκλῄζεθ, ὃ δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ, οἱο῀ς Ὀδυσσεύς, σιγᾷ δόλιος, πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν, ξυνετὸς πολέμου, φόνιός τε δράκων. ἔρροι τᾶς ἡσύχου προνοίας κακοῦργος ὤν. οἳ δὲ πρὸς θρόνους ἔσω μολόντες ἇς ἔγημ ὁ τοξότας Πάρις γυναικός, ὄμμα δακρύοις πεφυρμένοι, ταπεινοὶ ἕζονθ, ὃ μὲν τὸ κεῖθεν, ὃ δὲ τὸ κεῖθεν, ἄλλος ἄλλοθεν πεφραγμένοι. περὶ δὲ γόνυ χέρας ἱκεσίους ἔβαλον ἔβαλον Ἑλένας ἄμφω. ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορον ἀμφίπολοι Φρύγες: προσεῖπε δ ἄλλος ἄλλον ἐν φόβῳ πεσών, μή τις εἰή δόλος. κἀδόκει τοῖς μὲν οὔ, τοῖς δ ἐς ἀρκυστάταν μηχανὰν ἐμπλέκειν παῖδα τὰν Τυνδαρίδ ὁ μητροφόντας δράκων. σὺ δ ἦσθα ποῦ τότ·
ἢ πάλαι φεύγεις φόβῳ, Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοις παρὰ βόστρυχον αὔραν αὔραν Ἑλένας Ἑλένας εὐπαγεῖ κύκλῳ πτερίνῳ πρὸ παρηίδος ἀίσσων βαρβάροις νόμοισιν. ἃ δὲ λίνον ἠλακάτᾳ δακτύλοις ἕλισσεν, νῆμα δ ἱέτο πέδῳ, σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ- ματα συστολίσαι χρῄζουσα λίνῳ, φάρεα πορφύρεα, δῶρα Κλυταιμήστρᾳ. προσεῖπεν δ Ὀρέστας Λάκαιναν κόραν: ὦ Διὸς παῖ, θὲς ἴχνος πέδῳ δεῦρ ἀποστᾶσα κλισμοῦ, Πέλοπος ἐπὶ προπάτορος ἕδραν παλαιᾶς ἑστίας, ἵν εἰδῇς λόγους ἐμούς. - ἄγει δ ἄγει νιν: ἃ δ ἐφείπετ, οὐ πρόμαντις ὧν ἔμελλεν: ὁ δὲ συνεργὸς ἄλλ ἔπρασς ἰὼν κακὸς Φωκεύς: οὐκ ἐκποδὼν ἴτ· ἀλλ ἀεὶ κακοὶ Φρύγες. ἔκλῃσε δ ἄλλον ἄλλος ἐν στέγαισι: τοὺς μὲν ἐν σταθμοῖ- σιν ἱππικοῖσι, τοὺς δ ἐν ἐξ- έδραισι, τοὺς δ ἐκεῖς ἐκεῖθεν ἄλλον ἄλ- λοσε διαρμόσας ἀποπρὸ δεσποίνας. τί τοὐπὶ τῷδε συμφορᾶς ἐγίγνετο· Ἰδαία μᾶτερ μᾶτερ ὀβρίμα ὀβρίμα, αἰαὶ φονίων παθέων ἀνόμων τε κακῶν ἅπερ ἔδρακον ἔδρακον ἐν δόμοις τυράννων. ἀμφιπορφυρέων πέπλων ὑπὸ σκότου ξίφη σπάσα- ντες ἄλλος ἄλλος ἐν χεροῖν δίνασεν ὄμμα, μή τις παρὼν τύχοι. ὡς κάπροι δ ὀρέστεροι γυ- ναικὸς ἀντίοι σταθέντες ἐννέπουσι: Κατθανῇ κατθανῇ, κακός ς ἀποκτείνει πόσις, κασιγνήτου προδοὺς ἐν Ἄργει θανεῖν γόνον. ἃ δ ἀνίαχεν ἴ- αχεν: Ὤμοι μοι. λευκὸν δ ἐμβαλοῦσα πῆχυν στέρνοις κτύπησε κρᾶτα μέλεον πλαγᾷ: φυγᾷ δὲ ποδὶ τὸ χρυσεοσάνδαλον ἴχνος ἔφερεν ἔφερεν: ἐς κόμας δὲ δακτύλους δικὼν Ὀρέστας, Μυκηνίδ ἀρβύλαν προβάς, ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην, παίειν λαιμῶν ἔμελ- λεν εἴσω μέλαν ξίφος. ποῦ δ ἦτ ἀμύνειν οἱ κατὰ στέγας Φρύγες·
ἰαχᾷ δόμων θύρετρα καὶ σταθμοὺς μοχλοῖσιν ἐκβαλόντες, ἔνθ ἐμίμνομεν, βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγης, ὃ μὲν πέτρους, ὃ δ ἀγκύλας, ὃ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων. ἔναντα δ ἦλθε Πυλάδης ἀλίαστος, οἱο῀ς οἱο῀ς Ἕκ- τωρ ὁ Φρύγιος ἢ τρικόρυθος Αἰάς, ὃν εἶδον εἶδον ἐν πύλαις Πριαμίσι: φασγάνων δ ἀκμὰς συνήψαμεν. δὴ τότε διαπρεπεῖς τότ ἐγένοντο Φρύγες, ὅσον Ἄρεως ἀλκὰν ἥσσονες Ἑλλάδος ἐγενόμεθ αἰχμᾶς, ὃ μὲν οἰχόμενος φυγάς, ὃ δὲ νέκυς ὤν, ὃ δὲ τραῦμα φέρων, ὃ δὲ λισσόμενος, θανάτου προβολάν: ὑπὸ σκότον δ ἐφεύγομεν: νεκροὶ δ ἔπιπτον, οἳ δ ἔμελλον, οἳ δ ἔκειντ. ἔμολε δ ἁ τάλαιν Ἑρμιόνα δόμους ἐπὶ φόνῳ χαμαιπετεῖ ματρός, ἅ νιν ἔτεκεν τλάμων. ἄθυρσοι δ οἱά῀ νιν δραμόντε Βάκχαι σκύμνον ἐν χεροῖν ὀρείαν ξυνήρπασαν: πάλιν δὲ τὰν Διὸς κόραν ἐπὶ σφαγὰν ἔτεινον: ἃ δ ἐκ θαλάμων ἐγένετο διαπρὸ δωμάτων ἄφαντος, ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς καὶ νύξ, ἤτοι φαρμάκοισιν ἢ μάγων τέχναις ἢ θεῶν κλοπαῖς. τὰ δ ὕστερ οὐκέτ οἶδα: δρα- πέτην γὰρ ἐξέκλεπτον ἐκ δόμων πόδα. πολύπονα δὲ πολύπονα πάθεα Μενέλεως ἀνασχόμενος ἀνόνητον ἀ- πὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον. καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε: ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων βαίνοντ Ὀρέστην ἐπτοημένῳ ποδί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기