호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
‐ ἰὼ ἰὼ φίλαι, κτύπον ἐγείρετε, κτύπον καὶ βοὰν πρὸ μελάθρων, ὅπωσ ὁ πραχθεὶσ φόνοσ μὴ δεινὸν Ἀργείοισιν ἐμβάλῃ φόβον, βοηδρομῆσαι πρὸσ δόμουσ τυραννικούσ, πρὶν ἐτύμωσ ἴδω τὸν Ἑλένασ φόνον καθαιμακτὸν ἐν δόμοισ κείμενον, ἢ καὶ λόγον του προσπόλων πυθώμεθα· τὰ μὲν γὰρ οἶδα συμφορᾶσ, τὰ δ’ οὐ σαφῶσ. ‐ διὰ δίκασ ἔβα θεῶν νέμεσισ ἐσ Ἑλέναν. δακρύοισι γὰρ Ἑλλάδ’ ἅπασαν ἔπλησε, διὰ τὸν ὀλόμενον ὀλόμενον Ἰδαῖον Πάριν, ὃσ ἄγαγ’ Ἑλλάδ’ εἰσ Ἴλιον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기