- 텍스트

Euripides, episode, iambic

(에우리피데스, episode, iambic)

σιγᾶτε σιγᾶτ:? ᾐσθόμην κτύπου τινὸς κέλευθον ἐσπεσόντος ἀμφὶ δώματα. ὦ φίλταται γυναῖκες, ἐς μέσον φόνον ἥδ Ἑρμιόνη πάρεστι: παύσωμεν βοήν. στείχει γὰρ ἐσπεσοῦσα δικτύων βρόχους. καλὸν τὸ θήραμ, ἢν ἁλῷ, γενήσεται. πάλιν κατάστηθ ἡσύχῳ μὲν ὄμματι, χρόᾳ δ ἀδήλῳ τῶν δεδραμένων πέρι: κἀγὼ σκυθρωποὺς ὀμμάτων ἕξω κόρας, ὡς δῆθεν οὐκ εἰδυῖα τἀξειργασμένα. ὦ παρθέν, ἥκεις τὸν Κλυταιμήστρας τάφον στέψασα καὶ σπείσασα νερτέροις χοάς· ἥκω, λαβοῦσα πρευμένειαν. ἀλλά μοι φόβος τις εἰσελήλυθ, ἥντιν ἐν δόμοις τηλουρὸς οὖσα δωμάτων κλύω βοήν. τί δ· ἄξι ἡμῖν τυγχάνει στεναγμάτων. εὔφημος ἴσθι: τί δὲ νεώτερον λέγεις· θανεῖν Ὀρέστην κἄμ ἔδοξε τῇδε γῇ. μὴ δῆτ, ἐμοῦ γε συγγενεῖς πεφυκότας. ἄραρ: ἀνάγκης δ ἐς ζυγὸν καθέσταμεν. ἦ τοῦδ ἕκατι καὶ βοὴ κατὰ στέγας· ἱκέτης γὰρ Ἑλένης γόνασι προσπεσὼν βοᾷ - τίς· οὐδὲν οἶδα μᾶλλον, ἢν σὺ μὴ λέγῃς. τλήμων Ὀρέστης: μὴ θανεῖν, ἐμοῦ θ ὕπερ. ἐπ ἀξίοισί τἄρ ἀνευφημεῖ δόμος. περὶ τοῦ γὰρ ἄλλου μᾶλλον ἂν φθέγξαιτό τις· ἀλλ ἐλθὲ καὶ μετάσχες ἱκεσίας φίλοις, σῇ μητρὶ προσπεσοῦσα τῇ μέγ ὀλβίᾳ, Μενέλαον ἡμᾶς μὴ θανόντας εἰσιδεῖν. ἀλλ, ὦ τραφεῖσα μητρὸς ἐν χεροῖν ἐμῆς, οἴκτιρον ἡμᾶς κἀπικούφισον κακῶν. ἴθ εἰς ἀγῶνα δεῦρ, ἐγὼ δ ἡγήσομαι: σωτηρίας γὰρ τέρμ ἔχεις ἡμῖν μόνη. ἰδού, διώκω τὸν ἐμὸν ἐς δόμους πόδα. σώθηθ ὅσον γε τοὐπ ἐμέ. ὦ κατὰ στέγας φίλοι ξιφήρεις, οὐχὶ συλλήψεσθ ἄγραν· οἲ ἐγώ: τίνας τούσδ εἰσορῶ· σιγᾶν χρεών: ἡμῖν γὰρ ἥκεις, οὐχὶ σοί, σωτηρία. ἔχεσθ ἔχεσθε: φάσγανον δὲ πρὸς δέρῃ βάλλοντες ἡσυχάζεθ, ὡς εἰδῇ τόδε Μενέλαος, οὕνεκ ἄνδρας, οὐ Φρύγας κακούς, εὑρὼν ἔπραξεν οἱᾶ χρὴ πράσσειν κακούς.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION