- 텍스트

Euripides, episode, lyric

(에우리피데스, episode, lyric)

οὐκ εἰσακούους:? ὦ τάλαιν ἐγὼ κακῶν. ἆρ ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη· τάχα τις Ἀργείων ἔνοπλος ὁρμήσας ποδὶ βοηδρόμῳ μέλαθρα προσμείξει. σκέψασθέ νυν ἄμεινον: οὐχ ἕδρας ἀγών: ἀλλ αἳ μὲν ἐνθάδ, αἳ δ ἐκεῖς ἑλίσσετε. ἀμείβω κέλευθον σκοποῦσα πάντῃ. ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς. - ἠκούσαθ· ἅνδρες χεῖρ ἔχουσιν ἐν φόνῳ. - Ἑλένης τὸ κώκυμ ἐστίν, ὡς ἀπεικάσαι. ὦ Διός, ὦ Διὸς ἀέναον κράτος, ἔλθ ἐπίκουρος ἐμοῖς φίλοισι πάντως. Μενέλαε, θνῄσκω: σὺ δὲ παρών μ οὐκ ὠφελεῖς.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION