호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ εἰσακούους:? ὦ τάλαιν ἐγὼ κακῶν. ἆρ ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη· τάχα τις Ἀργείων ἔνοπλος ὁρμήσας ποδὶ βοηδρόμῳ μέλαθρα προσμείξει. σκέψασθέ νυν ἄμεινον: οὐχ ἕδρας ἀγών: ἀλλ αἳ μὲν ἐνθάδ, αἳ δ ἐκεῖς ἑλίσσετε. ἀμείβω κέλευθον σκοποῦσα πάντῃ. ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς. - ἠκούσαθ· ἅνδρες χεῖρ ἔχουσιν ἐν φόνῳ. - Ἑλένης τὸ κώκυμ ἐστίν, ὡς ἀπεικάσαι. ὦ Διός, ὦ Διὸς ἀέναον κράτος, ἔλθ ἐπίκουρος ἐμοῖς φίλοισι πάντως. Μενέλαε, θνῄσκω: σὺ δὲ παρών μ οὐκ ὠφελεῖς. φονεύετε, καίνετε, ὄλλυτε, δίπτυχα δίστομα φάσγανα ἐκ χερὸς ἱέμενοι τὰν λιποπάτορα λιπόγαμον, ἃ πλείστους ἔκανεν Ἑλλάνων δορὶ παρὰ ποταμὸν ὀλομένους, ὅθι δάκρυα δάκρυσιν ἔπεσεν σιδαρέοισι βέλεσιν ἀμ- φὶ τὰς Σκαμάνδρου δίνας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기