- 텍스트

Euripides, choral, antistrophe 1

(에우리피데스, choral, antistrophe 1)

ἑλίσσετέ νυν βλέφαρα, κόραισι δίδοτε πάντα διὰ βοστρύχων.? ὅδε τις ἐν τρίβῳ προσέρχεται. τίς ὅδ ἄρ ἀμ- φὶ μέλαθρον πολεῖ σὸν ἀγρότας ἀνήρ· ἀπωλόμεσθ ἄρ, ὦ φίλαι: κεκρυμμένους θῆρας ξιφήρεις αὐτίκ ἐχθροῖσιν φανεῖ. ἄφοβος ἔχε: κενός, ὦ φίλα, στίβος ὃν οὐ δοκεῖς. τί δέ· τὸ σὸν βέβαιον ἔτι μοι μένει· δὸς ἀγγελίαν ἀγαθάν τιν, εἰ τάδ ἔρημα τὰ πρόσθ αὐλᾶς. καλῶς τά γ ἐνθένδ. ἀλλὰ τἀπὶ σοῦ σκόπει: ὡς οὔτις ἡμῖν Δαναϊδῶν πελάζεται. ἐς ταὐτὸν ἥκεις: καὶ γὰρ οὐδὲ τῇδ ὄχλος. φέρε νυν ἐν πύλαισιν ἀκοὰν βάλω. τί μέλλεθ οἱ κατ οἶκον ἐν ἡσυχίᾳ σφάγια φοινίσσειν·?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION