호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ, καλεῖ ς Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν τοῖς δεομένοισι.? διὰ σὲ γὰρ πάσχω τάλας ἀδίκως: προδέδομαι δ ὑπὸ κασιγνήτου σέθεν, δίκαια πράξας: οὗ θέλω δάμαρθ ἑλὼν κτεῖναι: σὺ δ ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ. ὦ πάτερ, ἱκοῦ δῆτ, εἰ κλύεις ἔσω χθονὸς τέκνων καλούντων, οἳ σέθεν θνῄσκους ὕπερ. ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς, Ἀγάμεμνον, εἰσάκουσον: ἔκσῳσον τέκνα. ἔκτεινα μητέρα - ἡψάμην δ ἐγὼ ξίφους - ἐγὼ δ ἐπεβούλευσα κἀπέλυς ὄκνου - σοί, πάτερ, ἀρήγων. οὐδ ἐγὼ προύδωκά σε. οὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα· δακρύοις κατασπένδω σε. ἐγὼ δ οἴκτοισί γε. παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα. εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζους ἀραί, κλύει. σὺ δ, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας, δότ εὐτυχῆσαι τῷδ ἐμοί τε τῇδέ τε: τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία, ἢ ζῆν ἅπασιν ἢ - θανεῖν ὀφείλεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기