호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φεῦ:? οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής, οὐ πλοῦτος, οὐ τυραννίς: ἀλόγιστον δέ τι τὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου. σὺ γὰρ τά τ εἰς Αἴγισθον ἐξηῦρες κακὰ καὶ πλησίον παρῆσθα κινδύνων ἐμοί, νῦν τ αὖ δίδως μοι πολεμίων τιμωρίαν κοὐκ ἐκποδὼν εἶ - παύσομαί ς αἰνῶν, ἐπεὶ βάρος τι κἀν τῷδ ἐστίν, αἰνεῖσθαι λίαν. ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴν δράσας τι χρῄζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν, ἵν ἀνταναλώσω μὲν οἵ με προύδοσαν, στένωσι δ οἵπερ κἄμ ἔθηκαν ἄθλιον. Ἀγαμέμνονός τοι παῖς πέφυχ, ὃς Ἑλλάδος ἦρξ ἀξιωθείς, οὐ τύραννος, ἀλλ ὅμως ῥώμην θεοῦ τιν ἔσχε: ὃν οὐ καταισχυνῶ δοῦλον παρασχὼν θάνατον, ἀλλ ἐλευθέρως ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι. ἑνὸς γὰρ εἰ λαβοίμεθ, εὐτυχοῖμεν ἄν, εἴ ποθεν ἀέλπτος παραπέσοι σωτηρία κτανοῦσι μὴ θανοῦσιν: εὔχομαι τάδε. ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα. ἐγώ, κασίγνητ, αὐτὸ τοῦτ ἔχειν δοκῶ, σωτηρίαν σοὶ τῷδέ τ ἐκ τρίτων τ ἐμοί. θεοῦ λέγεις πρόνοιαν. ἀλλὰ ποῦ τόδε· ἐπεὶ τὸ συνετόν γ οἶδα σῇ ψυχῇ παρόν. ἄκουε δή νυν: καὶ σὺ δεῦρο νοῦν ἔχε. λέγ: ὡς τὸ μέλλειν ἀγάθ ἔχει τιν ἡδονήν. Ἑλένης κάτοισθα θυγατέρ· εἰδότ ἠρόμην. οἶδ, ἣν ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή. αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον. τί χρῆμα δράσους· ὑποτίθης τίν ἐλπίδα· χοὰς κατασπείσους ὑπὲρ μητρὸς τάφῳ. καὶ δὴ τί μοι τοῦτ εἶπας ἐς σωτηρίαν· ξυλλάβεθ ὅμηρον τήνδ, ὅταν στείχῃ πάλιν. τίνος τόδ εἶπας φάρμακον τρισσοῖς φίλοις· Ἑλένης θανούσης, ἤν τι Μενέλεώς σε δρᾷ ἢ τόνδε κἀμέ - πᾶν γὰρ ἓν φίλον τόδε - λέγ ὡς φονεύσεις Ἑρμιόνην: ξίφος δὲ χρὴ δέρῃ πρὸς αὐτῇ παρθένου σπάσαντ ἔχειν. κἂν μέν σε σῴζῃ μὴ θανεῖν χρῄζων κόρην Ἑλένης Μενέλεως πτῶμ ἰδὼν ἐν αἵματι, μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας: ἢν δ ὀξυθύμου μὴ κρατῶν φρονήματος κτείνῃ σε, καὶ σὺ σφάζε παρθένου δέρην. καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῇ, χρόνῳ μαλάξειν σπλάγχνον: οὔτε γὰρ θρασὺς οὔτ ἄλκιμος πέφυκε. τήνδ ἡμῖν ἔχω σωτηρίας ἔπαλξιν. εἴρηται λόγος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기