호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἑλένην κτάνωμεν, Μενέλεῳ λύπην πικράν.? πῶς· τὸ γὰρ ἕτοιμον ἔστιν, εἴ γ ἔσται καλῶς. σφάξαντες. ἐν δόμοις δὲ κρύπτεται σέθεν. μάλιστα: καὶ δὴ πάντ ἀποσφραγίζεται. ἀλλ οὐκέθ, Αἵδην νυμφίον κεκτημένη. καὶ πῶς· ἔχει γὰρ βαρβάρους ὀπάονας. τίνας· Φρυγῶν γὰρ οὐδέν ἂν τρέσαιμ ἐγώ. οἱούς ἐνόπτρων καὶ μύρων ἐπιστάτας. τρυφὰς γὰρ ἥκει δεῦρ ἔχουσα Τρωικάς· ὥσθ Ἑλλὰς αὐτῇ σμικρὸν οἰκητήριον. οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος. καὶ μὴν τόδ ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι. ἀλλ οὐδ ἐγὼ μήν, σοί γε τιμωρούμενος. τὸ πρᾶγμα δήλου καὶ πέραιν, ὅπως λέγεις. ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι. ἔχω τοσοῦτον, τἀπίλοιπα δ οὐκ ἔχω. γόους πρὸς αὐτὴν θησόμεσθ ἃ πάσχομεν. ὥστ ἐκδακρῦσαί γ ἔνδοθεν κεχαρμένην. καὶ νῷν παρέσται ταῦθ ἅπερ κείνῃ τότε. ἔπειτ ἀγῶνα πῶς ἀγωνιούμεθα· κρύπτ ἐν πέπλοισι τοισίδ ἕξομεν ξίφη. πρόσθεν δ ὀπαδῶν τίς ὄλεθρος γενήσεται· ἐκκλῄσομεν σφᾶς ἄλλον ἄλλοσε στέγης. καὶ τόν γε μὴ σιγῶντ ἀποκτείνειν χρεών. εἶτ αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών. Ἑλένην φονεύειν: μανθάνω τὸ σύμβολον. ἔγνως: ἄκουσον δ ὡς καλῶς βουλεύομαι. εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέραν ξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος: νῦν δ ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην, ὧν πατέρας ἔκτειν, ὧν δ ἀπώλεσεν τέκνα, νύμφας τ ἔθηκεν ὀρφανὰς ξυναόρων. ὀλολυγμὸς ἔσται, πῦρ τ ἀνάψουσιν θεοῖς, σοὶ πολλὰ κἀμοὶ κέδν ἀρώμενοι τυχεῖν, κακῆς γυναικὸς οὕνεχ αἷμ ἐπράξαμεν. ὁ μητροφόντης δ οὐ καλῇ ταύτην κτανών, ἀλλ ἀπολιπὼν τοῦτ ἐπὶ τὸ βέλτιον πεσῇ, Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς. οὐ δεῖ ποτ, οὐ δεῖ, Μενέλεων μὲν εὐτυχεῖν, τὸν σὸν δὲ πατέρα καὶ σὲ κἀδελφὴν θανεῖν, μητέρα τε - ἐῶ τοῦτ: οὐ γὰρ εὐπρεπὲς λέγειν - δόμους δ ἔχειν σοὺς δι Ἀγαμέμνονος δόρυ λαβόντα νύμφην: μὴ γὰρ οὖν ζῴην ἔτι, ἢν μὴ π ἐκείνῃ φάσγανον σπασώμεθα. ἢν δ οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον, πρήσαντες οἴκους τούσδε κατθανούμεθα. ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος, καλῶς θανόντες ἢ καλῶς σεσῳσμένοι. πάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυ ἡ Τυνδαρὶς παῖς, ἣ κατῄσχυνεν γένος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기