호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἲ ἐγώ:? πρὸ τύμβου γάρ ς ὁρῶς ἀναστένω, ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς. οἲ ἐγὼ μάλ αὖθις: ὥς ς ἰδοῦς ἐν ὄμμασιν πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν. οὐ σῖγ ἀφεῖσα τοὺς γυναικείους γόους στέρξεις τὰ κρανθέντ· οἰκτρὰ μὲν τάδ, ἀλλ ὅμως φέρειν ς ἀνάγκη τὰς παρεστώσας τύχας. καὶ πῶς σιωπῶ· φέγγος εἰσορᾶν θεοῦ τόδ οὐκέθ ἡμῖν τοῖς ταλαιπώροις μέτα. σὺ μή μ ἀπόκτειν: ἅλις ὑπ Ἀργείας χερὸς τέθνηχ ὁ τλήμων: τὰ δὲ παρόντ ἐά κακά. ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου θανάτου τ ἀώρου. ζῆν ἐχρῆν ς, ὅτ οὐκέτ εἶ. μὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν, ἐς δάκρυα πορθμεύους ὑπομνήσει κακῶν. θανούμεθ: οὐχ οἱό῀ν τε μὴ στένειν κακά. πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς. τόδ ἦμαρ ἡμῖν κύριον: δεῖ δ ἢ βρόχους ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί. σύ νύν μ, ἀδελφέ, μή τις Ἀργείων κτάνῃ ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον. ἅλις τὸ μητρὸς αἷμ ἔχω: σὲ δ οὐ κτενῶ, ἀλλ αὐτόχειρι θνῇσχ ὅτῳ βούλῃ τρόπῳ. ἔσται τάδ: οὐδὲν σοῦ ξίφους λελείψομαι. ἀλλ ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας. τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε θανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας. ὦ φίλτατ, ὦ ποθεινὸν ἥδιστόν τ ἔχων τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν. ἔκ τοί με τήξεις: καί ς ἀμείψασθαι θέλω φιλότητι χειρῶν. τί γὰρ ἔτ αἰδοῦμαι τάλας· ὦ στέρν ἀδελφῆς, ὦ φίλον πρόσπτυγμ ἐμόν, τάδ ἀντὶ παίδων καὶ γαμηλίου λέχους - προσφθέγματ ἀμφοῖν τοῖς ταλαιπώροις πάρα. φεῦ: πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι καὶ μνῆμα δέξαιθ ἕν, κέδρου τεχνάσματα· ἥδιστ ἂν εἰή ταῦθ: ὁρᾷς δὲ δὴ φίλων ὡς ἐσπανίσμεθ, ὥστε κοινωνεῖν τάφου. οὐδ εἶφ ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων, Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός· οὐδ ὄμμ ἔδειξεν, ἀλλ ἐπὶ σκήπτροις ἔχων τὴν ἐλπίδ, εὐλαβεῖτο μὴ σῴζειν φίλους. ἀλλ εἶ ὅπως γενναῖα καὶ Ἀγαμέμνονος δράσαντε κατθανούμεθ ἀξιώτατα. κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει, παίσας πρὸς ἧπαρ φασγάνῳ: σὲ δ αὖ χρεὼν ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기