호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν ὅδε σὸς σύγγονος ἑρ´πει ψήφῳ θανάτου κατακυρωθείς, ὅ τε πιστότατος πάντων Πυλάδης, ἰσάδελφος ἀνήρ, ἰθύνων νοσερὸν κῶλον Ὀρέστου, ποδὶ κηδοσύνῳ παράσειρος.? οἲ ἐγώ:
πρὸ τύμβου γάρ ς ὁρῶς ἀναστένω, ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς. οἲ ἐγὼ μάλ αὖθις: ὥς ς ἰδοῦς ἐν ὄμμασιν πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν. οὐ σῖγ ἀφεῖσα τοὺς γυναικείους γόους στέρξεις τὰ κρανθέντ· οἰκτρὰ μὲν τάδ, ἀλλ ὅμως φέρειν ς ἀνάγκη τὰς παρεστώσας τύχας. καὶ πῶς σιωπῶ· φέγγος εἰσορᾶν θεοῦ τόδ οὐκέθ ἡμῖν τοῖς ταλαιπώροις μέτα. σὺ μή μ ἀπόκτειν: ἅλις ὑπ Ἀργείας χερὸς τέθνηχ ὁ τλήμων: τὰ δὲ παρόντ ἐά κακά. ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου θανάτου τ ἀώρου. ζῆν ἐχρῆν ς, ὅτ οὐκέτ εἶ. μὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν, ἐς δάκρυα πορθμεύους ὑπομνήσει κακῶν. θανούμεθ: οὐχ οἱό῀ν τε μὴ στένειν κακά. πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς. τόδ ἦμαρ ἡμῖν κύριον: δεῖ δ ἢ βρόχους ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί. σύ νύν μ, ἀδελφέ, μή τις Ἀργείων κτάνῃ ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον. ἅλις τὸ μητρὸς αἷμ ἔχω: σὲ δ οὐ κτενῶ, ἀλλ αὐτόχειρι θνῇσχ ὅτῳ βούλῃ τρόπῳ. ἔσται τάδ: οὐδὲν σοῦ ξίφους λελείψομαι. ἀλλ ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας. τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε θανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας. ὦ φίλτατ, ὦ ποθεινὸν ἥδιστόν τ ἔχων τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν. ἔκ τοί με τήξεις: καί ς ἀμείψασθαι θέλω φιλότητι χειρῶν. τί γὰρ ἔτ αἰδοῦμαι τάλας· ὦ στέρν ἀδελφῆς, ὦ φίλον πρόσπτυγμ ἐμόν, τάδ ἀντὶ παίδων καὶ γαμηλίου λέχους - προσφθέγματ ἀμφοῖν τοῖς ταλαιπώροις πάρα. φεῦ: πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι καὶ μνῆμα δέξαιθ ἕν, κέδρου τεχνάσματα· ἥδιστ ἂν εἰή ταῦθ: ὁρᾷς δὲ δὴ φίλων ὡς ἐσπανίσμεθ, ὥστε κοινωνεῖν τάφου. οὐδ εἶφ ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων, Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός· οὐδ ὄμμ ἔδειξεν, ἀλλ ἐπὶ σκήπτροις ἔχων τὴν ἐλπίδ, εὐλαβεῖτο μὴ σῴζειν φίλους. ἀλλ εἶ ὅπως γενναῖα καὶ Ἀγαμέμνονος δράσαντε κατθανούμεθ ἀξιώτατα. κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει, παίσας πρὸς ἧπαρ φασγάνῳ: σὲ δ αὖ χρεὼν ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν. Πυλάδη, σὺ δ ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς, καὶ κατθανόντοιν εὖ περίστειλον δέμας θάψον τε κοινῇ πρὸς πατρὸς τύμβον φέρων.
καὶ χαῖρ: ἐπ ἔργον δ, ὡς ὁρᾷς, πορεύομαι. ἐπίσχες.
ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω, εἰ ζῆν με χρῄζειν σοῦ θανόντος ἤλπισας. τί γὰρ προσήκει κατθανεῖν ς ἐμοῦ μέτα· ἤρου· τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ· οὐκ ἔκτανες σὴν μητέρ, ὡς ἐγὼ τάλας. σὺν σοί γε κοινῇ: ταὐτὰ καὶ πάσχειν με δεῖ. ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνῃσκέ μοι. σοὶ μὲν γὰρ ἔστι πόλις, ἐμοὶ δ οὐκ ἔστι δή, καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν. γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδ ἐσφάλης, ἥν σοι κατηγγύης ἑταιρίαν σέβων: σὺ δ ἄλλο λέκτρον παιδοποίησαι λαβών, κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτ ἔστι δή. ἀλλ, ὦ ποθεινὸν ὄμμ ὁμιλίας ἐμῆς, χαῖρ: οὐ γὰρ ἡμῖν ἔστι τοῦτο, σοί γε μήν: οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα. ἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων. μήθ αἷμά μου δέξαιτο κάρπιμον πέδον, μὴ λαμπρὸς αἰθήρ, εἴ ς ἐγὼ προδούς ποτε ἐλευθερώσας τοὐμὸν ἀπολίποιμι σέ. καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι, καὶ πάντ ἐβούλευς ὧν σὺ νῦν τίνεις δίκας: καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῇδ ὁμοῦ. ἐμὴν γὰρ αὐτήν, ἧς <γε> λέχος ἐπῄνεσα, κρίνω δάμαρτα: τί γὰρ ἐρῶ κἀγώ ποτε γῆν Δελφίδ ἐλθὼν Φωκέων ἀκρόπτολιν, ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ, νῦν δ οὐκέτ εἰμὶ δυστυχοῦντί σοι φίλος· οὐκ ἔστιν. ἀλλὰ ταῦτα μὲν κἀμοὶ μέλει: ἐπεὶ δὲ κατθανούμεθ, ἐς κοινοὺς λόγους ἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῇ. ὦ φίλτατ, εἰ γὰρ τοῦτο κατθάνοιμ ἰδών. πιθοῦ νυν, ἄμμεινόν τε φασγάνου τομάς. μενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι. σίγα νυν: ὡς γυναιξὶ πιστεύω βραχύ. μηδὲν τρέσῃς τάσδ: ὡς πάρεις ἡμῖν φίλαι. Ἑλένην κτάνωμεν, Μενέλεῳ λύπην πικράν.
πῶς· τὸ γὰρ ἕτοιμον ἔστιν, εἴ γ ἔσται καλῶς. σφάξαντες. ἐν δόμοις δὲ κρύπτεται σέθεν. μάλιστα: καὶ δὴ πάντ ἀποσφραγίζεται. ἀλλ οὐκέθ, Αἵδην νυμφίον κεκτημένη. καὶ πῶς· ἔχει γὰρ βαρβάρους ὀπάονας. τίνας· Φρυγῶν γὰρ οὐδέν ἂν τρέσαιμ ἐγώ. οἱούς ἐνόπτρων καὶ μύρων ἐπιστάτας. τρυφὰς γὰρ ἥκει δεῦρ ἔχουσα Τρωικάς· ὥσθ Ἑλλὰς αὐτῇ σμικρὸν οἰκητήριον. οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος. καὶ μὴν τόδ ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι. ἀλλ οὐδ ἐγὼ μήν, σοί γε τιμωρούμενος. τὸ πρᾶγμα δήλου καὶ πέραιν, ὅπως λέγεις. ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι. ἔχω τοσοῦτον, τἀπίλοιπα δ οὐκ ἔχω. γόους πρὸς αὐτὴν θησόμεσθ ἃ πάσχομεν. ὥστ ἐκδακρῦσαί γ ἔνδοθεν κεχαρμένην. καὶ νῷν παρέσται ταῦθ ἅπερ κείνῃ τότε. ἔπειτ ἀγῶνα πῶς ἀγωνιούμεθα· κρύπτ ἐν πέπλοισι τοισίδ ἕξομεν ξίφη. πρόσθεν δ ὀπαδῶν τίς ὄλεθρος γενήσεται· ἐκκλῄσομεν σφᾶς ἄλλον ἄλλοσε στέγης. καὶ τόν γε μὴ σιγῶντ ἀποκτείνειν χρεών. εἶτ αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών. Ἑλένην φονεύειν: μανθάνω τὸ σύμβολον. ἔγνως: ἄκουσον δ ὡς καλῶς βουλεύομαι. εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέραν ξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος: νῦν δ ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην, ὧν πατέρας ἔκτειν, ὧν δ ἀπώλεσεν τέκνα, νύμφας τ ἔθηκεν ὀρφανὰς ξυναόρων. ὀλολυγμὸς ἔσται, πῦρ τ ἀνάψουσιν θεοῖς, σοὶ πολλὰ κἀμοὶ κέδν ἀρώμενοι τυχεῖν, κακῆς γυναικὸς οὕνεχ αἷμ ἐπράξαμεν. ὁ μητροφόντης δ οὐ καλῇ ταύτην κτανών, ἀλλ ἀπολιπὼν τοῦτ ἐπὶ τὸ βέλτιον πεσῇ, Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς. οὐ δεῖ ποτ, οὐ δεῖ, Μενέλεων μὲν εὐτυχεῖν, τὸν σὸν δὲ πατέρα καὶ σὲ κἀδελφὴν θανεῖν, μητέρα τε - ἐῶ τοῦτ: οὐ γὰρ εὐπρεπὲς λέγειν - δόμους δ ἔχειν σοὺς δι Ἀγαμέμνονος δόρυ λαβόντα νύμφην: μὴ γὰρ οὖν ζῴην ἔτι, ἢν μὴ π ἐκείνῃ φάσγανον σπασώμεθα. ἢν δ οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον, πρήσαντες οἴκους τούσδε κατθανούμεθα. ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος, καλῶς θανόντες ἢ καλῶς σεσῳσμένοι. πάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυ ἡ Τυνδαρὶς παῖς, ἣ κατῄσχυνεν γένος. φεῦ:
οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής, οὐ πλοῦτος, οὐ τυραννίς: ἀλόγιστον δέ τι τὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου. σὺ γὰρ τά τ εἰς Αἴγισθον ἐξηῦρες κακὰ καὶ πλησίον παρῆσθα κινδύνων ἐμοί, νῦν τ αὖ δίδως μοι πολεμίων τιμωρίαν κοὐκ ἐκποδὼν εἶ - παύσομαί ς αἰνῶν, ἐπεὶ βάρος τι κἀν τῷδ ἐστίν, αἰνεῖσθαι λίαν. ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴν δράσας τι χρῄζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν, ἵν ἀνταναλώσω μὲν οἵ με προύδοσαν, στένωσι δ οἵπερ κἄμ ἔθηκαν ἄθλιον. Ἀγαμέμνονός τοι παῖς πέφυχ, ὃς Ἑλλάδος ἦρξ ἀξιωθείς, οὐ τύραννος, ἀλλ ὅμως ῥώμην θεοῦ τιν ἔσχε: ὃν οὐ καταισχυνῶ δοῦλον παρασχὼν θάνατον, ἀλλ ἐλευθέρως ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι. ἑνὸς γὰρ εἰ λαβοίμεθ, εὐτυχοῖμεν ἄν, εἴ ποθεν ἀέλπτος παραπέσοι σωτηρία κτανοῦσι μὴ θανοῦσιν: εὔχομαι τάδε. ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα. ἐγώ, κασίγνητ, αὐτὸ τοῦτ ἔχειν δοκῶ, σωτηρίαν σοὶ τῷδέ τ ἐκ τρίτων τ ἐμοί. θεοῦ λέγεις πρόνοιαν. ἀλλὰ ποῦ τόδε· ἐπεὶ τὸ συνετόν γ οἶδα σῇ ψυχῇ παρόν. ἄκουε δή νυν: καὶ σὺ δεῦρο νοῦν ἔχε. λέγ: ὡς τὸ μέλλειν ἀγάθ ἔχει τιν ἡδονήν. Ἑλένης κάτοισθα θυγατέρ· εἰδότ ἠρόμην. οἶδ, ἣν ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή. αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον. τί χρῆμα δράσους· ὑποτίθης τίν ἐλπίδα· χοὰς κατασπείσους ὑπὲρ μητρὸς τάφῳ. καὶ δὴ τί μοι τοῦτ εἶπας ἐς σωτηρίαν· ξυλλάβεθ ὅμηρον τήνδ, ὅταν στείχῃ πάλιν. τίνος τόδ εἶπας φάρμακον τρισσοῖς φίλοις· Ἑλένης θανούσης, ἤν τι Μενέλεώς σε δρᾷ ἢ τόνδε κἀμέ - πᾶν γὰρ ἓν φίλον τόδε - λέγ ὡς φονεύσεις Ἑρμιόνην: ξίφος δὲ χρὴ δέρῃ πρὸς αὐτῇ παρθένου σπάσαντ ἔχειν. κἂν μέν σε σῴζῃ μὴ θανεῖν χρῄζων κόρην Ἑλένης Μενέλεως πτῶμ ἰδὼν ἐν αἵματι, μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας: ἢν δ ὀξυθύμου μὴ κρατῶν φρονήματος κτείνῃ σε, καὶ σὺ σφάζε παρθένου δέρην. καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῇ, χρόνῳ μαλάξειν σπλάγχνον: οὔτε γὰρ θρασὺς οὔτ ἄλκιμος πέφυκε. τήνδ ἡμῖν ἔχω σωτηρίας ἔπαλξιν. εἴρηται λόγος. ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη, τὸ σῶμα δ ἐν γυναιξὶ θηλείαις πρέπον, ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς.
Πυλάδη, τοιαύτης ἆρ ἁμαρτήσῃ τάλας γυναικὸς ἢ ζῶν μακάριον κτήσῃ λέχος. εἰ γὰρ γένοιτο, Φωκέων δ ἔλθοι πόλιν καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη. ἥξει δ ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου· ὡς τἄλλα γ εἶπας, εἴπερ εὐτυχήσομεν, κάλλισθ, ἑλόντες σκύμνον ἀνοσίου πατρός. καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ: τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει. καλῶς: σὺ μέν νυν, σύγγον Ἠλέκτρα, δόμων πάρος μένουσα παρθένου δέχου πόδα, φύλασσε δ ἤν τις, πρὶν τελευτηθῇ φόνος, ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός, ἐλθὼν ἐς οἴκους φθῇ, γέγωνέ τ ἐς δόμους, ἢ σανίδα παίσας ἢ λόγους πέμψας ἔσω: ἡμεῖς δ ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον ἀγῶν ὁπλιζώμεσθα φασγάνῳ χέρας, Πυλάδη: σὺ γὰρ δὴ συμπονεῖς ἐμοὶ πόνους. ὦ δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ, καλεῖ ς Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν τοῖς δεομένοισι.
διὰ σὲ γὰρ πάσχω τάλας ἀδίκως: προδέδομαι δ ὑπὸ κασιγνήτου σέθεν, δίκαια πράξας: οὗ θέλω δάμαρθ ἑλὼν κτεῖναι: σὺ δ ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ. ὦ πάτερ, ἱκοῦ δῆτ, εἰ κλύεις ἔσω χθονὸς τέκνων καλούντων, οἳ σέθεν θνῄσκους ὕπερ. ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς, Ἀγάμεμνον, εἰσάκουσον: ἔκσῳσον τέκνα. ἔκτεινα μητέρα - ἡψάμην δ ἐγὼ ξίφους - ἐγὼ δ ἐπεβούλευσα κἀπέλυς ὄκνου - σοί, πάτερ, ἀρήγων. οὐδ ἐγὼ προύδωκά σε. οὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα· δακρύοις κατασπένδω σε. ἐγὼ δ οἴκτοισί γε. παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα. εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζους ἀραί, κλύει. σὺ δ, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας, δότ εὐτυχῆσαι τῷδ ἐμοί τε τῇδέ τε: τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία, ἢ ζῆν ἅπασιν ἢ - θανεῖν ὀφείλεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기