호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μόλοιμι τὰν οὐρανοῦ μέσον χθονός <τε> τεταμέναν αἰωρήμασι πέτραν, ἁλύσεσιν χρυσέαισι φερομέναν δίναισι, βῶλον ἐξ Ὀλύμπου, ἵν ἐν θρήνοισιν ἀναβοάσω γέροντι πατρὶ Ταντάλῳ ὃς ἔτεκεν ἔτεκε γενέτορας ἐμέθεν δόμων, οἳ κατεῖδον ἄτας, ποτανὸν μὲν δίωγμα πώλων τεθριπποβάμονι στόλῳ Πέλοψ ὅτε πελάγεσι διεδίφρευσε, Μυρτίλου φόνον δικὼν ἐς οἶδμα πόντου, λευκοκύμοσιν πρὸς Γεραιστίαις ποντίων σάλων ᾐόσιν ἁρματεύσας.? ὅθεν δόμοισι τοῖς ἐμοῖς ἦλθ ἀρὰ πολύστονος, λόχευμα ποιμνίοισι Μαιάδος τόκου, τὸ χρυσόμαλλον ἀρνὸς ὁπότ ἐγένετο τέρας ὀλοὸν ὀλοὸν Ἀτρέος ἱπποβώτα: ὅθεν Ἔρις τό τε πτερωτὸν ἁλίου μετέβαλεν ἁρ´μα, τὰν πρὸς ἑσπέραν κέλευθον οὐρανοῦ προσαρμόσα- σα μονόπωλον ἐς Αὦ, ἑπταπόρου τε δράμημα Πελειάδος εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει, τῶνδέ τ ἀμείβει . . . θανάτους θανά- των τά τ ἐπώνυμα δεῖπνα Θυέστου λέκτρα τε Κρήσσας Αἐρόπας δολί- ας δολίοισι γάμοις: τὰ πανύστατα δ εἰς ἐμὲ καὶ γενέταν ἐμὸν ἤλυθε δόμων πολυπόνοις ἀνάγκαις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기