호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν.? αἰνῶ τάδε. ἦ λέγωμεν οὖν ἀδελφῇ ταῦτ ἐμῇ· μὴ πρὸς θεῶν. δάκρυα γοῦν γένοιτ ἄν. οὐκοῦν οὗτος οἰωνὸς μέγας. δηλαδὴ σιγᾶν ἄμεινον. τῷ χρόνῳ δὲ κερδανεῖς. κεῖνό μοι μόνον πρόσαντες. τί τόδε καινὸν αὖ λέγεις· μὴ θεαί μ οἴστρῳ κατάσχωσι. ἀλλὰ κηδεύσω ς ἐγώ. δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός. οὐκ ἔμοιγε σοῦ. εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς. τόδ οὖν ἴτω. οὐκ ἄρ ὀκνήσεις· ὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα. ἑρ´πε νυν οἰάξ ποδός μοι. φίλα γ ἔχων κηδεύματα. καί με πρὸς τύμβον πόρευσον πατρός. ὡς τί δὴ τόδε· ὥς νιν ἱκετεύσω με σῶσαι. τό γε δίκαιον ὧδ ἔχει. μητέρος δὲ μηδ ἴδοιμι μνῆμα. πολεμία γὰρ ἦν. ἀλλ ἔπειγ, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕλῃ, περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσῳ: ὡς ἐγὼ δι ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου, οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος, εἴ σε μὴ ν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω· τοῦτ ἐκεῖνο, <20κτᾶσθ ἑταίρους, μὴ τὸ συγγενὲς μόνον20>: ὡς ἀνὴρ ὅστις τρόποισι συντακῇ, θυραῖος ὢν μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기