호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀμὲ νῦν ἐροῦ τί πάσχω:? καὶ γὰρ αὐτὸς οἴχομαι. πρὸς τίνος· τοῦτ ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν. Στρόφιος ἤλασέν μ ἀπ οἴκων φυγάδα θυμωθεὶς πατήρ. ἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι· ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων. ὦ τάλας, ἐοίκε καὶ σὲ τἀμὰ λυπήσειν κακά. οὐχὶ Μενέλεω τρόποισι χρώμεθ: οἰστέον τάδε. οὐ φοβῇ μή ς Ἄργος ὥσπερ κἄμ ἀποκτεῖναι θέλῃ· οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῇ. δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας. ἀλλ ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύους ἀεί. εἰε῟ν. ἐς κοινὸν λέγειν χρή. τίνος ἀναγκαίου πέρι· εἰ λέγοιμ ἀστοῖσιν ἐλθὼν - ὡς ἔδρασας ἔνδικα· πατρὶ τιμωρῶν ἐμαυτοῦ· μὴ λάβωσί ς ἄσμενοι. ἀλλ ὑποπτήξας σιωπῇ κατθάνω· δειλὸν τόδε. πῶς ἂν οὖν δρῴην· ἔχεις τιν, ἢν μένῃς, σωτηρίαν· οὐκ ἔχω. μολόντι δ ἐλπίς ἐστι σωθῆναι κακῶν· εἰ τύχοι, γένοιτ ἄν. οὐκοῦν τοῦτο κρεῖσσον ἢ μένειν. ἀλλὰ δῆτ ἔλθω. θανὼν γοῦν ὧδε κάλλιον θανῇ. εὖ λέγεις: φεύγω τὸ δειλὸν τῇδε. μᾶλλον ἢ μένων. καὶ τὸ πρᾶγμά γ ἔνδικόν μοι. τῷ Δοκεῖν εὔχου μόνον. καί τις ἄν γέ μ οἰκτίσειε . . . . μέγα γὰρ ἡ εὐγένειά σου. θάνατον ἀσχάλλων πατρῷον. πάντα ταῦτ ἐν ὄμμασιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기