호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λαβεῖν χρή μ ἀντὶ τοῦδε τοῦ κακοῦ ἄδικόν τι παρὰ σοῦ:? καὶ γὰρ Ἀγαμέμνων πατὴρ ἀδίκως ἀθροίσας Ἑλλάδ ἦλθ ὑπ Ἴλιον, οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλ ἁμαρτίαν τῆς σῆς γυναικὸς ἀδικίαν τ ἰώμενος. ἓν μὲν τόδ ἡμῖν ἀνθ ἑνὸς δοῦναί σε χρή. ἀπέδοτο δ, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους, τὸ σῶμ ἀληθῶς, σοὶ παρ ἀσπίδ ἐκπονῶν, ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον. ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτ ἐκεῖ λαβών, μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ σωτήριος στάς, μὴ δέκ ἐκπλήσας ἔτη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기