- 텍스트

Euripides, episode, iambic 15:

(에우리피데스, episode, iambic 15:)

Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός:? εἰ τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδός τ ἐμόν, μὴ τῷδ ἀμύνειν φόνον ἐναντίον θεοῖς: ἐά δ ὑπ ἀστῶν καταφονευθῆναι πέτροις, ἢ μὴ πίβαινε Σπαρτιάτιδος χθονός. τοσαῦτ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς ἕλῃ, παρώσας εὐσεβεστέρους φίλους: ἡμᾶς δ ἀπ οἴκων ἄγετε τῶνδε, πρόσπολοι. στεῖχ, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος πρὸς τόνδ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν. Μενέλαε, ποῖ σὸν πόδ ἐπὶ συννοίᾳ κυκλεῖς, διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς· ἐάσον: ἐν ἐμαυτῷ τι συννοούμενος ὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ. μή νυν πέραινε τὴν δόκησιν, ἀλλ ἐμοὺς λόγους ἀκούσας πρόσθε, βουλεύου τότε. λέγ: εὖ γὰρ εἶπας: ἔστι δ οὗ σιγὴ λόγου κρείσσων γένοιτ ἄν. ἔστι δ οὗ σιγῆς λόγος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION