호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁρᾷς δ Ἀπόλλων, ὃς μεσομφάλους ἕδρας ναίων βροτοῖσι στόμα νέμει σαφέστατον, ᾧ πειθόμεσθα πάνθ ὅς ἂν κεῖνος λέγῃ:? τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον. ἐκεῖνον ἡγεῖσθ ἀνόσιον καὶ κτείνετε: ἐκεῖνος ἥμαρτ, οὐκ ἐγώ. τί χρῆν με δρᾶν· ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι μίασμα λῦσαι· ποῖ τις οὖν ἔτ ἂν φύγοι, εἰ μὴ ὁ κελεύσας ῥύσεταί με μὴ θανεῖν· ἀλλ ὡς μὲν οὐκ εὖ μὴ λέγ εἴργασται τάδε, ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως. γάμοι δ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν, μακάριος αἰών: οἷς δὲ μὴ πίπτουσιν εὖ, τά τ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς. αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον. ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ, οὕτω δ ἀμείβῃ μ ὥστε μ ἀλγῆσαι φρένα, μᾶλλόν μ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον: καλὸν πάρεργον δ αὐτὸ θήσομαι πόνων ὧν εἵνεκ ἦλθον θυγατρὶ κοσμήσων τάφον. μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν σοὶ σῇ τ ἀδελφῇ, λεύσιμον δοῦναι δίκην. μᾶλλον δ ἐκείνη σοῦ θανεῖν ἐστ ἀξία, ἣ τῇ τεκούσῃ ς ἠγρίως, ἐς οὖς ἀεὶ πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον, ὀνείρατ ἀγγέλλουσα τὰ Ἀγαμέμνονος, καὶ τοῦθ - ὃ μισήσειαν - Αἰγίσθου λέχος - οἱ νέρτεροι θεοί: καὶ γὰρ ἐνθάδ ἦν πικρόν: ἑώς ὑφῆψε δῶμ ἀνηφαίστῳ πυρί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기