- 텍스트

Euripides, episode, iambic 4:

(에우리피데스, episode, iambic 4:)

τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε·? μισούμεθ οὕτως ὥστε μὴ προσεννέπειν. οὐδ ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν· ἐκκλῄομαι γὰρ δωμάτων ὅποι μόλω. τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς· Οἰάξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί. συνῆκα: Παλαμήδους σε τιμωρεῖ φόνου. οὗ γ οὐ μετῆν μοι: διὰ τριῶν δ ἀπόλλυμαι. τίς δ ἄλλος· ἦ που τῶν ἀπ Αἰγίσθου φίλων· οὗτοί μ ὑβρίζους, ὧν πόλις τὰ νῦν κλύει. Ἀγαμέμνονος δὲ σκῆπτρ ἐᾷ ς ἔχειν πόλις· πῶς, οἵτινες ζῆν οὐκ ἐῶς ἡμᾶς ἔτι· τί δρῶντες ὅ τι καὶ σαφὲς ἔχεις εἰπεῖν ἐμοί· ψῆφος καθ ἡμῶν οἴσεται τῇδ ἡμέρᾳ. φεύγειν πόλιν τήνδ· ἢ θανεῖν ἢ μὴ θανεῖν· θανεῖν ὑπ ἀστῶν λευσίμῳ πετρώματι. κᾆτ οὐχὶ φεύγεις γῆς ὑπερβαλὼν ὁρ´ους· κύκλῳ γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις. ἰδίᾳ πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός· πάντων πρὸς ἀστῶν, ὡς θάνω: βραχὺς λόγος. ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον. ἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν. ἀλλ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας, καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε, ἀλλ ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει, χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ. ὄνομα γάρ, ἔργον δ οὐκ ἔχουσιν οἱ φίλοι οἱ μὴ πὶ ταῖσι συμφοραῖς ὄντες φίλοι. καὶ μὴν γέροντι δεῦρ ἁμιλλᾶται ποδὶ ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος κουρᾷ τε θυγατρὸς πενθίμῳ κεκαρμένος. ἀπωλόμην, Μενέλαε: Τυνδάρεως ὅδε στείχει πρὸς ἡμᾶς, οὗ μάλιστ αἰδώς μ ἔχει ἐς ὄμματ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις. καὶ γάρ μ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ φιλήματ ἐξέπλησε, τὸν Ἀγαμέμνονος παῖδ ἀγκάλαισι περιφέρων, Λήδα θ ἅμα, τιμῶντέ μ οὐδὲν ἧσσον ἢ Διοσκόρω: οἷς, ὦ τάλαινα καρδία ψυχή τ ἐμή, ἀπέδωκ ἀμοιβὰς οὐ καλάς. τίνα σκότον λάβω προσώπῳ· ποῖον ἐπίπροσθεν νέφος θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION