호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἰαῖ, δρομάδες ὦ πτεροφόροι ποτνιάδες θεαί, ἀβάκχευτον αἳ θίασον ἐλάχετ ἐν δάκρυσι καὶ γόοις, μελάγχρωτες εὐμενίδες, αἵτε τὸν ταναὸν αἰθέρ ἀμπάλλεσθ, αἵματος τινύμεναι δίκαν, τινύμεναι φόνον, καθικετεύομαι καθικετεύομαι, τὸν Ἀγαμέμνονος γόνον ἐάσατ ἐκλαθέσθαι λύσσας μανιάδος φοιταλέου.? φεῦ μόχθων, οἱών, ὦ τάλας, ὀρεχθεὶς ἔρρεις, τρίποδος ἄπο φάτιν, ἃν ὁ Φοῖβος ἔλακε, δε- ξάμενος ἀνὰ δάπεδον, ἵνα μεσόμφαλοι λέγονται μυχοί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기