- 텍스트

Euripides, Iphigenia in Tauris, episode 10:

(에우리피데스, Iphigenia in Tauris, episode 10:)

μαθὼν δ, Ὀρέστα, τὰς ἐμὰς ἐπιστολάς - κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς - χώρει λαβὼν ἄγαλμα σύγγονόν τε σήν.? ὅταν δ Ἀθήνας τὰς θεοδμήτους μόλῃς, χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοις ὁρ´οισι, γείτων δειράδος Καρυστίας, ἱερός, Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς: ἐνταῦθα τεύξας ναὸν ἵδρυσαι βρέτας, ἐπώνυμον γῆς Ταυρικῆς πόνων τε σῶν, οὓς ἐξεμόχθεις περιπολῶν καθ Ἑλλάδα οἴστροις Ἐρινύων. Ἄρτεμιν δέ νιν βροτοὶ τὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν. νόμον τε θὲς τόνδ: ὅταν ἑορτάζῃ λεώς, τῆς σῆς σφαγῆς ἄποιν ἐπισχέτω ξίφος δέρῃ πρὸς ἀνδρὸς αἷμά τ ἐξανιέτω, ὁσίας ἕκατι θεά θ ὅπως τιμὰς ἔχῃ. σὲ δ ἀμφὶ σεμνάς, Ἰφιγένεια, κλίμακας Βραυρωνίας δεῖ τῇδε κλῃδουχεῖν θεᾷ: οὗ καὶ τεθάψῃ κατθανοῦσα, καὶ πέπλων ἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς, ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖς λίπως ἐν οἴκοις. τάσδε δ ἐκπέμπειν χθονὸς Ἑλληνίδας γυναῖκας ἐξεφίεμαι γνώμης δικαίας οὕνεκ <> ἐκσῴσασα δὲ καὶ πρίν ς Ἀρείοις ἐν πάγοις ψήφους ἴσας κρίνας, Ὀρέστα: καὶ νόμισμ ἔσται τόδε, νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβῃ. ἀλλ ἐκκομίζου σὴν κασιγνήτην χθονός, Ἀγαμέμνονος παῖ. - καὶ σὺ μὴ θυμοῦ, Θόας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION