- 텍스트

Euripides, Iphigenia in Tauris, episode 5:

(에우리피데스, Iphigenia in Tauris, episode 5:)

ἀλλ οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης καὶ πρὸς σὲ ἕπεσθαι διεβιαζόμεσθά νιν:? ὅθεν τὰ δεινὰ πλήγματ ἦν γενειάδων. κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν ἡμεῖς τε: πυγμαί τ ἦσαν ἐγκροτούμεναι, καὶ κῶλ ἀπ ἀμφοῖν τοῖν νεανίαιν ἅμα ἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο, ὡς τῷ ξυνάπτειν καὶ συναποκαμεῖν μέλη. δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοι ἐφεύγομεν πρὸς κρημνόν, οἳ μὲν ἐν κάρᾳ κάθαιμ ἔχοντες τραύμαθ, οἳ δ ἐν ὄμμασιν: ὄχθοις δ ἐπισταθέντες εὐλαβεστέρως ἐμαρνάμεσθα καὶ πέτρους ἐβάλλομεν. ἀλλ εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι σταθέντες ἰοῖς, ὥστ ἀναστεῖλαι πρόσω. κἀν τῷδε - δεινὸς γὰρ κλύδων ὤκειλε ναῦν πρὸς γῆν, φόβος δ ἦν <παρθένῳ> τέγξαι πόδα - λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν, βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών, ἔθηκ ἀδελφὴν ἐντὸς εὐσήμου νεώς, τό τ οὐρανοῦ πέσημα, τῆς Διὸς κόρης ἄγαλμα. ναὸς <δ> ἐκ μέσης ἐφθέγξατο βοή τις: ὦ γῆς Ἑλλάδος ναῦται, νεὼς λάβεσθε κώπαις ῥόθιά τ ἐκλευκαίνετε: ἔχομεν γὰρ ὧνπερ οὕνεκ ἄξενον πόρον Συμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION