호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κἀνταῦθ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφος ταρσῷ κατήρει πίτυλον ἐπτερωμένον, ναύτας τε πεντήκοντ ἐπὶ σκαλμῶν πλάτας ἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίας ἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς.? κοντοῖς δὲ πρῷραν εἶχον, οἳ δ ἐπωτίδων ἄγκυραν ἐξανῆπτον: οἳ δέ, κλίμακας σπεύδοντες, ἦγον διὰ χερῶν πρυμνήσια, πόντῳ δὲ δόντες τοῖν ξένοιν καθίεσαν. ἡμεῖς δ ἀφειδήσαντες, ὡς ἐσείδομεν δόλια τεχνήματ, εἰχόμεσθα τῆς ξένης πρυμνησίων τε, καὶ δι εὐθυντηρίας οἰάκας ἐξῃροῦμεν εὐπρύμνου νεώς. λόγοι δ ἐχώρουν: Τίνι λόγῳ πορθμεύετε κλέπτοντες ἐκ γῆς ξόανα καὶ θυηπόλους· τίνος τίς ὢν σὺ τήνδ ἀπεμπολᾷς χθονός· ὁ δ εἶπ: Ὀρέστης, τῆσδ ὅμαιμος, ὡς μάθῃς, Ἀγαμέμνονος παῖς, τήνδ ἐμὴν κομίζομαι λαβὼν ἀδελφήν, ἣν ἀπώλες ἐκ δόμων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기