호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ πρὸς ἀκτὰς ἤλθομεν θαλασσίας, οὗ ναῦς Ὀρέστου κρύφιος ἦν ὡρμισμένη, ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένων ἔχοντας, ἐξένευς ἀποστῆναι πρόσω Ἀγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγα θύουσα καὶ καθαρμὸν ὃν μετῴχετο, αὐτὴ δ ὄπισθε δέσμ ἔχουσα τοῖν ξένοιν ἔστειχε χερσί.? καὶ τάδ ἦν ὕποπτα μέν, ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ. χρόνῳ δ, ἵν ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον, ἀνωλόλυξε καὶ κατῇδε βάρβαρα μέλη μαγεύους, ὡς φόνον νίζουσα δή. ἐπεὶ δὲ δαρὸν ἦμεν ἥμενοι χρόνον, ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοι κτάνοιεν αὐτὴν δραπέται τ οἰχοίατο. φόβῳ δ ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθα σιγῇ: τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγος στείχειν ἵν ἦσαν, καίπερ οὐκ ἐωμένοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기