호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὠή, χαλᾶτε κλῇθρα, τοῖς ἔνδον λέγω, καὶ δεσπότῃ σημήναθ οὕνεκ ἐν πύλαις πάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν.? τίς ἀμφὶ δῶμα θεᾶς τόδ ἵστησιν βοήν, πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω· φεῦ: πῶς ἔλεγον αἵδε, καί μ ἀπήλαυνον δόμων, ὡς ἐκτὸς εἰής: σὺ δὲ κατ οἶκον ἦσθ ἄρα. τί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι· αὖθις τὰ τῶνδε σημανῶ: τὰ δ ἐν ποσὶ παρόντ ἄκουσον. ἡ νεᾶνις ἣ νθάδε βωμοῖς παρίστατ, Ἰφιγένει, ἔξω χθονὸς σὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶς ἄγαλμ ἔχουσα: δόλια δ ἦν καθάρματα. πῶς φῄς· τί πνεῦμα συμφορᾶς κεκτημένη· σῴζους Ὀρέστην: τοῦτο γὰρ σὺ θαυμάσῃ. τὸν ποῖον· ἆρ ὃν Τυνδαρὶς τίκτει κόρη· ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο. ὦ θαῦμα - πῶς σε μεῖζον ὀνομάσας τύχω· μὴ νταῦθα τρέψῃς σὴν φρέν, ἀλλ ἄκουέ μου: σαφῶς δ ἀθρήσας καὶ κλύων ἐκφρόντισον διωγμὸς ὅστις τοὺς ξένους θηράσεται. λέγ: εὖ γὰρ εἶπας: οὐ γὰρ ἀγχίπλουν πόρον φεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기