호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Θέμιν δ ἐπεὶ γᾶς ἰὼν παῖδ ἀπενάσσατο <Πυθῶνος> ἀπὸ ζαθέων χρηστηρίων, νύχια Χθὼν ἐτεκνώσατο φάσματ ὀ<νείρων>, οἳ πολέσιν μερόπων τά τε πρῶτα, τά τ ἔπειθ, ὅσσα τ ἔμελλε τυχεῖν, ὕπνου κατὰ δνοφερὰς γᾶς εὐ- νὰς ἔφραζον:? Γαῖα δὲ τὰν μαντεῖον ἀφείλετο τι- μὰν Φοῖβον, φθόνῳ θυγατρός. ταχύπους δ ἐς Ὄλυμπον ὁρ- μαθεὶς ἄναξ χέρα παιδνὸν ἕλιξεν ἐκ Διὸς θρόνων Πυθίων δόμων χθονίαν ἀφελεῖν μῆ- νιν θεᾶς. νυχίους τ ἐνοπὰς. γέλασε δ, ὅτι τέκος ἄφαρ ἔβα πολύχρυσα θέλων λατρεύματα σχεῖν: ἐπὶ δ ἔσεισεν κόμαν, παῦσαι νυχίους ἐνοπάς, ἀπὸ δ ἀλαθοσύναν νυκτωπὸν ἐξεῖλεν βροτῶν, καὶ τιμὰς πάλιν θῆκε Λοξίᾳ, πολυάνορι δ ἐν ξενόεντι θρόνῳ θάρση βροτοῖς θεσφάτων ἀοιδαῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기