- 텍스트

Euripides, Iphigenia in Tauris, choral, strophe 1

(에우리피데스, Iphigenia in Tauris, choral, strophe 1)

εὔπαις ὁ Λατοῦς γόνος, τόν ποτε Δηλιὰς ἐν καρποφόροις γυάλοις <ἔτικτε,> χρυσοκόμαν ἐν κιθάρᾳ σοφόν, ἅ τ ἐπὶ τόξων εὐστοχίᾳ γάνυται:? φέρε <δ αὐτά> νιν ἀπὸ δειράδος εἰναλίας, λοχεῖα κλεινὰ λιποῦσα μά- τηρ, τὰν ἀστάκτων ὑδάτων βακχεύουσαν Διονύ- σῳ Παρνάσιον κορυφάν: ὅθι ποικιλόνωτος οἰ- νωπὸς δράκων, σκιερᾷ κατάχαλκος εὐ- φύλλῳ δάφνᾳ, γᾶς πελώριον τέρας, ἄμφεπε μαντεῖ- ον Χθόνιον. ἔτι μιν ἔτι βρέφος, ἔτι φίλας ἐπὶ ματέρος ἀγκάλαισι θρῴσκων ἔκανες, ὦ Φοῖβε, μαντείων δ ἐπέβας ζαθέων, τρίποδί τ ἐν χρυσέῳ θάσσεις, ἐν ἀψευδεῖ θρόνῳ μαντείας βροτοῖς θεσφάτων νέμων ἀδύτων ὕπο, Κασταλίας ῥεέθρων γείτων, μέσον γᾶς ἔχων μέλαθρον.?

상위

Iphigenia in Tauris

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION