- 텍스트

Euripides, Iphigenia in Tauris, episode

(에우리피데스, Iphigenia in Tauris, episode)

ποῦ σθ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴ Ἑλληνίς·? ἤδη τῶν ξένων κατήρξατο· ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί· ἥδ ἐστίν, ἥ σοι πάντ, ἄναξ, ἐρεῖ σαφῶς. ἐά: τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων, Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμ ἐν ὠλέναις· ἄναξ, ἔχ αὐτοῦ πόδα σὸν ἐν παραστάσιν. τί δ ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις· ἀπέπτυς: Ὁσίᾳ γὰρ δίδωμ ἔπος τόδε. τί φροιμιάζῃ νεοχμόν· ἐξαύδα σαφῶς. οὐ καθαρά μοι τὰ θύματ ἠγρεύσασθ, ἄναξ. τί τοὐκδιδάξαν τοῦτό ς· ἢ δόξαν λέγεις· βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη. αὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός· αὐτόματον: ὄψιν δ ὀμμάτων ξυνήρμοσεν. ἡ δ αἰτία τίς· ἦ τὸ τῶν ξένων μύσος· ἥδ, οὐδὲν ἄλλο: δεινὰ γὰρ δεδράκατον. ἀλλ ἦ τιν ἔκανον βαρβάρων ἀκτῆς ἔπι· οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι. τίν· εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν. μητέρα κατειργάσαντο κοινωνῷ ξίφει. Ἄπολλον, οὐδ ἐν βαρβάροις ἔτλη τις ἄν. πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος. ἦ τῶνδ ἕκατι δῆτ ἄγαλμ ἔξω φέρεις· σεμνόν γ ὑπ αἰθέρ, ὡς μεταστήσω φόνου. μίασμα δ ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ· ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν. σοφήν ς ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς. καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν. τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι· τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν. ὡς δή σφε σῴσαις ἡδοναῖς ἀγγελμάτων. καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν. σὺ δ ἐς τὸ τῆς θεοῦ γ ἐξένευσας εἰκότως. πᾶσάν γε μισοῦς Ἑλλάδ, ἥ μ ἀπώλεσεν. τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι· τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν. οὔκουν ἐν ἔργῳ χέρνιβες ξίφος τε σόν· ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω. πηγαῖσιν ὑδάτων ἢ θαλασσίᾳ δρόσῳ· θάλασσα κλύζει πάντα τἀνθρώπων κακά. ὁσιώτερον γοῦν τῇ θεῷ πέσοιεν ἄν. καὶ τἀμά γ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι. οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων· ἐρημίας δεῖ: καὶ γὰρ ἄλλα δράσομεν. ἄγ ἔνθα χρῄζεις: οὐ φιλῶ τἄρρηθ ὁρᾶν. ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας. εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος. οὐ γάρ ποτ ἄν νιν ἠράμην βάθρων ἄπο. δίκαιος ηὑσέβεια καὶ προμηθία.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION