호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ πολλαὶ δακρύων λιβάδες, αἳ παρηίδας εἰς ἐμὰς ἔπεσον, ἁνίκα πύργων ὀλομένων ἐν ναυσὶν ἔβαν πολεμίων ἐρετμοῖσι καὶ λόγχαις.? ζαχρύσου δὲ δι ἐμπολᾶς νόστον βάρβαρον ἦλθον, ἔνθα τᾶς ἐλαφοκτόνου θεᾶς ἀμφίπολον κόραν παῖδ Ἀγαμεμνονίαν λατρεύ- ω βωμούς τ οὐ μηλοθύτας, ζηλοῦς ἄταν διὰ παν- τὸς δυσδαίμον: ἐν γὰρ ἀνάγ- καις οὐ κάμνεις σύντροφος ὤν. μεταβάλλει δυσδαιμονία: τὸ δὲ μετ εὐτυχίας κακοῦ- σθαι θνατοῖς βαρὺς αἰών.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기