호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὄρνις, ἃ παρὰ πετρίνας πόντου δειράδας, ἀλκυών, ἔλεγον οἶτον ἀείδεις, εὐξύνετον ξυνετοῖς βοάν, ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς, ἐγώ σοι παραβάλλομαι θρήνους, ἄπτερος ὁρ´νις, ποθοῦς Ἑλλάνων ἀγόρους, ποθοῦς Ἄρτεμιν λοχίαν, ἃ παρὰ Κύνθιον ὄχθον οἰ- κεῖ φοίνικά θ ἁβροκόμαν δάφναν τ εὐερνέα καὶ γλαυκᾶς θαλλὸν ἱερὸν ἐλαί- ας, Λατοῦς ὠδῖνα φίλαν, λίμναν θ εἱλίσσουσαν ὕδωρ κύκλιον, ἔνθα κύκνος μελῳ- δὸς Μούσας θεραπεύει.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기