호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν ὅδ ἀκτὰς ἐκλιπὼν θαλασσίους βουφορβὸς ἥκει σημανῶν τί σοι νέον.? Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον, ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων. τί δ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου· ἥκουσιν ἐς γῆν, κυανέαν Συμπληγάδα πλάτῃ φυγόντες, δίπτυχοι νεανίαι, θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριον Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη. ποδαποί· τίνος γῆς σχῆμ ἔχουσιν οἱ ξένοι· Ἕλληνες: ἓν τοῦτ οἶδα κοὐ περαιτέρω. οὐδ ὄνομ ἀκούσας οἶσθα τῶν ξένων φράσαι· Πυλάδης ἐκλῄζεθ ἅτερος πρὸς θατέρου. τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομ ἦν· οὐδεὶς τόδ οἶδεν: οὐ γὰρ εἰσηκούσαμεν. πῶς δ εἴδετ αὐτοὺς κἀντυχόντες εἵλετε· ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου - καὶ τίς θαλάσσης βουκόλοις κοινωνία· βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ. ἐκεῖσε δὴ πάνελθε, πῶς νιν εἵλετε τρόπῳ θ ὁποίῳ: τοῦτο γὰρ μαθεῖν θέλω. χρόνιοι γὰρ ἥκους: οὐδέ πω βωμὸς θεᾶς Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς. ἐπεὶ τὸν ἐσρέοντα διὰ Συμπληγάδων βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν, ἦν τις διαρρὼξ κυμάτων πολλῷ σάλῳ κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι.
ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας βουφορβὸς ἡμῶν, κἀπεχώρησεν πάλιν ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος. ἔλεξε δ: Οὐχ ὁρᾶτε· δαίμονές τινες θάσσουσιν οἵδε. - θεοσεβὴς δ ἡμῶν τις ὢν ἀνέσχε χεῖρα καὶ προσηύξατ εἰσιδών: ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ, δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ, εἴτ οὖν ἐπ ἀκταῖς θάσσετον Διοσκόρω, ἢ Νηρέως ἀγάλμαθ, ὃς τὸν εὐγενῆ ἔτικτε πεντήκοντα Νηρῄδων χορόν. ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς, ἐγέλασεν εὐχαῖς, ναυτίλους δ ἐφθαρμένους θάσσειν φάραγγ ἔφασκε τοῦ νόμου φόβῳ, κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους.
ἔδοξε δ ἡμῶν εὖ λέγειν τοῖς πλείοσι, θηρᾶν τε τῇ θεῷ σφάγια τἀπιχώρια. κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοιν ἔστη κάρα τε διετίναξ ἄνω κάτω κἀπεστέναξεν ὠλένας τρέμων ἄκρας, μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς: Πυλάδη, δέδορκας τήνδε· τήνδε δ οὐχ ὁρᾷς Αἵδου δράκαιναν, ὥς με βούλεται κτανεῖν δειναῖς ἐχίδναις εἰς ἔμ ἐστομωμένη· ἣ δ ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνον πτεροῖς ἐρέσσει, μητέρ ἀγκάλαις ἐμὴν ἔχουσα - πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ. οἴμοι, κτενεῖ με: ποῖ φύγω· παρῆν δ ὁρᾶν οὐ ταῦτα μορφῆς σχήματ, ἀλλ ἠλλάσσετο φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα, ἃς φᾶς Ἐρινῦς ἱέναι μιμήματα. ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι, σιγῇ καθήμεθ:
ὃ δὲ χερὶ σπάσας ξίφος, μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως, παίει σιδήρῳ λαγόνας ἐς πλευράς θ ἱείς, δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε, ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός. κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια πίπτοντα καὶ πορθούμεν, ἐξωπλίζετο, κόχλους τε φυσῶν συλλέγων τ ἐγχωρίους: πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα. πολλοὶ δ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ. πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς, στάζων ἀφρῷ γένειον: ὡς δ ἐσείδομεν προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν ἀφρόν τ ἀπέψη σώματός τ ἐτημέλει πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς, καραδοκῶν μὲν τἀπιόντα τραύματα, φίλον δὲ θεραπείαισιν ἄνδρ εὐεργετῶν. ἔμφρων δ ἀνᾴξας ὁ ξένος πεσήματος ἔγνω κλύδωνα πολεμίων προσκείμενον καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας, ᾤμωξέ θ: ἡμεῖς δ οὐκ ἀνίεμεν πέτροις βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι. οὗ δὴ τὸ δεινὸν παρακέλευσμ ἠκούσαμεν: Πυλάδη, θανούμεθ, ἀλλ ὅπως θανούμεθα κάλλισθ: ἕπου μοι, φάσγανον σπάσας χερί. - ὡς δ εἴδομεν δίπαλτα πολεμίων ξίφη, φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας. ἀλλ, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι ἔβαλλον αὐτούς:
θαυμάστ ἔλεξας τὸν μανένθ, ὅστις ποτὲ Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον. εἰ δὲ τούσδ ὠσαίατο, αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις. ἀλλ ἦν ἄπιστον: μυρίων γὰρ ἐκ χερῶν οὐδεὶς τὰ τῆς θεοῦ θύματ εὐτύχει βαλών. μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα, κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν πέτροισι χειρῶν φάσγαν, ἐς δὲ γῆν γόνυ καμάτῳ καθεῖσαν. πρὸς δ ἄνακτα τῆσδε γῆς κομίζομέν νιν. ὃ δ ἐσιδὼν ὅσον τάχος ἐς χέρνιβάς τε καὶ σφαγεῖ ἔπεμπέ σοι. ηὔχου δὲ τοιάδ, ὦ νεᾶνί, σοι ξένων σφάγια παρεῖναι: κἂν ἀναλίσκῃς ξένους τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς. εἰε῟ν:
σὺ μὲν κόμιζε τοὺς ξένους μολών, τὰ δ ἐνθάδ ἡμεῖς ὅσια φροντιούμεθα - ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί, ἐς θοὑμόφυλον ἀναμετρουμένη δάκρυ, Ἕλληνας ἄνδρας ἡνίκ ἐς χέρας λάβοις. νῦν δ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα, δοκοῦς Ὀρέστην μηκέθ ἥλιον βλέπειν, δύσνουν με λήψεσθ, οἵτινές ποθ ἥκετε.
καὶ τοῦτ ἄρ ἦν ἀληθές, ᾐσθόμην, φίλαι: οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροις αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ. ἀλλ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε, οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας Ἑλένην ἀπήγαγ ἐνθάδ, ἥ μ ἀπώλεσεν, Μενέλεών θ, ἵν αὐτοὺς ἀντετιμωρησάμην, τὴν ἐνθάδ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ, οὗ μ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι ἔσφαζον, ἱερεὺς δ ἦν ὁ γεννήσας πατήρ. οἴμοι - κακῶν γὰρ τῶν τότ οὐκ ἀμνημονῶ - ὅσας γενείου χεῖρας ἐξηκόντισα γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη, λέγουσα τοιάδ: ὦ πάτερ, νυμφεύομαι νυμφεύματ αἰσχρὰ πρὸς σέθεν: μήτηρ δ ἐμὲ σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν μέλαθρον: ἡμεῖς δ ὀλλύμεσθα πρὸς σέθεν. Αἵδης Ἀχιλλεὺς ἦν ἄρ, οὐχ ὁ Πηλέως, ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοις ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ. ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων ἔχους, ἀδελφόν τ οὐκ ἀνειλόμην χεροῖν, - ὃς νῦν ὄλωλεν - οὐ κασιγνήτῃ στόμα συνῆψ ὑπ αἰδοῦς, ὡς ἰοῦς ἐς Πηλέως μέλαθρα: πολλὰ δ ἀπεθέμην ἀσπάσματα ἐς αὖθις, ὡς ἥξους ἐς Ἄργος αὖ πάλιν. ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἱών καλῶν ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων - τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα, ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου, ἢ καὶ λοχείας ἢ νεκροῦ θίγῃ χεροῖν, βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη, αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις.
οὐκ ἔσθ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν τὰ Ταντάλου θεοῖσιν ἑστιάματα ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾷ, τοὺς δ ἐνθάδ, αὐτοὺς ὄντας ἀνθρωποκτόνους, ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ: οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기