- 텍스트

Euripides, Iphigenia in Tauris, choral, anapests 3:

(에우리피데스, Iphigenia in Tauris, choral, anapests 3:)

ἐξ ἀρχᾶς μοι δυσδαίμων δαίμων τᾶς ματρὸς ζώνας καὶ νυκτὸς κείνας:? ἐξ ἀρχᾶς λόχιαι στερρὰν παιδείαν Μοῖραι ξυντείνουσιν θεαί, τᾷ μναστευθείσᾳ ξ Ἑλλάνων, ἃν πρωτόγονον θάλος ἐν θαλάμοις Λήδας ἁ τλάμων κούρα σφάγιον πατρῴᾳ λώβᾳ καὶ θῦμ οὐκ εὐγάθητον ἔτεκεν, ἔτρεφεν εὐκταίαν: ἱππείοις δ ἐν δίφροισι ψαμάθων Αὐλίδος ἐπέβασαν νύμφαιον, οἴμοι, δύσνυμφον τῷ τᾶς Νηρέως κούρας, αἰαῖ. νῦν δ ἀξείνου πόντου ξείνα δυσχόρτους οἴκους ναίω, ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος, οὐ τὰν Ἄργει μέλπους Ἥραν οὐδ ἱστοῖς ἐν καλλιφθόγγοις κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ <καὶ> Τιτάνων ποικίλλους, ἀλλ αἱμόρραντον δυσφόρμιγγα ξείνων αἱμάσσους ἄταν βωμούς, οἰκτράν τ αἰαζόντων αὐδὰν οἰκτρόν τ ἐκβαλλόντων δάκρυον. καὶ νῦν κείνων μέν μοι λάθα, τὸν δ Ἄργει δμαθέντα κλαίω σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον, ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος ἐν χερσὶν ματρὸς πρὸς στέρνοις τ Ἄργει σκηπτοῦχον Ὀρέσταν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION