호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον, πείθειν ἐπᾴδους, ὥσθ ὁμαρτεῖν μοι πέτρας, κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην, ἐνταῦθ ἂν ἦλθον:? νῦν δέ, τἀπ ἐμοῦ σοφά, δάκρυα παρέξω: ταῦτα γὰρ δυναίμεθ ἄν. ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι, μή μ ἀπολέσῃς ἀώρον: ἡδὺ γὰρ τὸ φῶς βλέπειν: τὰ δ ὑπὸ γῆς μή μ ἰδεῖν ἀναγκάσῃς. πρώτη ς ἐκάλεσα πατέρα καὶ σὺ παῖδ ἐμέ: πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦς ἐμὸν φίλας χάριτας ἔδωκα κἀντεδεξάμην. λόγος δ ὁ μὲν σὸς ἦν ὅδ: Ἆρά ς, ὦ τέκνον, εὐδαίμον ἀνδρὸς ἐν δόμοισιν ὄψομαι, ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ· οὑμὸς δ ὅδ ἦν αὖ περὶ σὸν ἐξαρτωμένης γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί: Τί δ ἆρ ἐγὼ σέ· πρέσβυν ἆρ ἐσδέξομαι ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ, πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς· τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω, σὺ δ ἐπιλέλησαι, καί μ ἀποκτεῖναι θέλεις. μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνους ἐμὲ νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει. τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων Ἑλένης τε· πόθεν ἦλθ ἐπ ὀλέθρῳ τὠμῷ, πάτερ· βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε, ἵν ἀλλὰ τοῦτο κατθανοῦς ἔχω σέθεν μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις. ἀδελφέ, μικρὸς μὲν σύ γ ἐπίκουρος φίλοις, ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς τὴν σὴν ἀδελφὴν μὴ θανεῖν: αἴσθημά τοι κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται. ἰδοὺ σιωπῶν λίσσεταί ς ὅδ, ὦ πάτερ. ἀλλ αἴδεσαί με καὶ κατοίκτιρον βίου. ναί, πρὸς γενείου ς ἀντόμεσθα δύο φίλω: ὃ μὲν νεοσσός ἐστιν, ἣ δ ηὐξημένη. ἓν συντεμοῦσα πάντα νικήσω λόγον: τὸ φῶς τόδ ἀνθρώποισιν ἥδιστον βλέπειν, τὰ νέρθε δ οὐδέν: μαίνεται δ ὃς εὔχεται θανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν. ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기