- 텍스트

Euripides, Iphigenia in Aulis, episode 1:

(에우리피데스, Iphigenia in Aulis, episode 1:)

ἄκουε δή νυν:? ἀνακαλύψω γὰρ λόγους, κοὐκέτι παρῳδοῖς χρησόμεσθ αἰνίγμασιν. πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτ ὀνειδίσω, ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ, τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών: βρέφος τε τοὐμὸν σῷ προσούδισας πάλῳ, μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας. καὶ τὼ Διός σε παῖδ, ἐμὼ δὲ συγγόνω, ἵπποισι μαρμαίροντ ἐπεστρατευσάτην: πατὴρ δὲ πρέσβυς Τυνδάρεώς ς ἐρρύσατο ἱκέτην γενόμενον, τἀμὰ δ ἔσχες αὖ λέχη. οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμους συμμαρτυρήσεις ὡς ἄμεμπτος ἦ γυνή, ἔς τ Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸν μέλαθρον αὔξους, ὥστε ς εἰσιόντα τε χαίρειν θύραζέ τ ἐξιόντ εὐδαιμονεῖν. σπάνιον δὲ θήρευμ ἀνδρὶ τοιαύτην λαβεῖν δάμαρτα: φλαύραν δ οὐ σπάνις γυναῖκ ἔχειν. τίκτω δ ἐπὶ τρισὶ παρθένοισι παῖδά σοι τόνδ, ὧν μιᾶς σὺ τλημόνως μ ἀποστερεῖς. κἄν τίς ς ἔρηται τίνος ἕκατί νιν κτενεῖς, λέξον, τί φήσεις· ἢ μὲ χρὴ λέγειν τὰ σά· Ἑλένην Μενέλεως ἵνα λάβῃ. καλὸν γένος , κακῆς γυναικὸς μισθὸν ἀποτεῖσαι τέκνα. τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα. ἄγ, εἰ στρατεύσῃ καταλιπών μ ἐν δώμασιν, κἀκεῖ γενήσῃ διὰ μακρᾶς ἀπουσίας, τίν ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς· ὅταν θρόνους τῆσδ εἰσίδω πάντας κενούς, κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοις μόνη κάθωμαι, τήνδε θρηνῳδοῦς ἀεί: Ἀπώλεσέν ς, ὦ τέκνον, ὁ φυτεύσας πατήρ, αὐτὸς κτανών, οὐκ ἄλλος οὐδ ἄλλῃ χερί, τοιόνδε <νόστον> καταλιπὼν πρὸς τοὺς δόμους. ἐπεὶ βραχείας προφάσεως ἔδει μόνον, ἐφ ᾗ ς ἐγὼ καὶ παῖδες αἱ λελειμμέναι δεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών. μὴ δῆτα πρὸς θεῶν μήτ ἀναγκάσῃς ἐμὲ κακὴν γενέσθαι περὶ σέ, μήτ αὐτὸς γένῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION